Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1
ΒΙΓΚΟΜΑΛΩ ΜΑΓΙΣΤΡΩ. Λίαν ἐθαύμασα γνοὺς ὅτι πάμπαν ἀγνοοῦσα τὰ καθ' ἡμᾶς ἡ ὑμετέρα μεγαλοπρέπεια, μόνην δὲ τὴν καθ' ἡμῶν ἀδικίαν μαθοῦσα, συνήγορος ἡμῶν ἀνεφάνη, καὶ πάντα πόρον ἐκίνησεν, ὥστε διαλῦσαι τὰ καθ' ἡμῶν τυρευθέντα. Ἀλλὰ τῷ μὲν ὑμετέρῳ μεγέθει δώσει πάντως τὰς ἀντιδόσεις ὁ μεγαλόδωρος Κύριος. Ὁ γὰρ ὑπὲρ σμικροῦ ὕδατος μισθὸν δώσειν ἐπαγγειλάμενος μείζους παρέξει δήπουθεν ἀμοιβὰς τοῖς τὰ μείζονα δεδωκό σιν. Ἡμεῖς δὲ τοιαῦτα πεπόνθαμεν, οὐ μόνον παρὰ τῶν προ δηλοτάτων ἐχθρῶν, ἀλλὰ καὶ παρὰ τῶν γνησίων, ὡς ὑπελαμ βάνομεν, φίλων, ὑπὸ μὲν ἐκείνων πολεμηθέντες, ὑπὸ δὲ τούτων προδοθέντες, οἷα ἢ οὐδείς, ἢ ἄγαν ὀλίγοι τῶν παλαιῶν ὑπέστησαν. Τίς γὰρ τοιαύτης δίκης ἀκήκοε πώποτε; Τίς τὸν κατηγορούμενον πρὸ πέντε καὶ τριάκοντα πεδήσας σταθμῶν, ἐκέλευσε δικάσαι τῷ μὴ παρόντι τοὺς δικαστάς; Τίς δὲ οὕτως ὠμὸς καὶ θηριώδης γεγένηται δικαστής, ὥστε δικάσαι ἀνδρά σιν, ὧν τῆς φωνῆς οὐκ ἐπήκουσε, καὶ οὐ δικάσαι μόνον, ἀλλὰ καὶ καταδικάσαι, καὶ τοῦτο λίαν ὠμῶς καὶ θηριωδῶς; Τοῦ γὰρ Κυρίου προστεταχότος τὸν πλημμελοῦντα τῶν ἀδελφῶν, καὶ τῆς συμβουλίας οὐκ ἀνεχόμενον, μετὰ πρώτην, καὶ δευτέραν, καὶ τρίτην νουθεσίαν, ὕστερον ἔχειν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην· οἱ ὀρθότατοι καὶ δικαιότατοι κριταί, οὐδὲ ὧν τοῖς ἐθνικοῖς καὶ τελώναις μεταδιδόασι, τοῖς ὁμοπίστοις μετέδο σαν. Ἐκείνους μὲν γὰρ καὶ ὁρῶσιν, καὶ ἔστιν ὅτε προσδιαλέ γονται, καὶ μετὰ πλείστης ὅσης τιμῆς, εἴπερ τινὰ ἔχοιεν ἀξιώματος περιφάνειαν· ἡμᾶς δὲ προσέταξαν μὴ στέγης, μὴ ὕδατος, μὴ ὅλου μεταλαχεῖν. Οὕτως ἐβουλήθησαν μιμηταὶ γενέσθαι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέ χει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἀλλὰ τούτους μὲν ἐάσω. Ἐγγὺς γὰρ τὸ τοῦ Δεσπότου κριτήριον, ἔνθα οὐ ζητεῖται σχημάτων ὑπόκρισις, ἀλλὰ πραγμάτων ἀλήθεια. Τὸ δὲ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὴν ὑπὲρ ἡμῶν τῆς χάριτος ὁμολογίαν τῷ φιλοχρίστῳ καὶ νικηφόρῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, ὅτι τῇ εὐσεβεῖ βα σιλείᾳ ῥίζαν ἔδωκαν ἰσχυρὰν τὴν εὐσέβειαν, καὶ ἀντιβολῆσαι αὐτῶν τὸ κράτος, βεβαίαν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις τὴν εἰρήνην, καὶ σύνοδον ἀθροισθῆναι κελεῦσαι, μὴ τῶν ταραχο ποιῶν, πάλιν ἀνθρώπων διακυκώντων τὸν σύλλογον, ἀλλὰ τῶν τῆς ἀληθείας ἐραστῶν, τὴν ἀποστολικὴν κρατυνόντων διδα σκαλίαν, καὶ ἀποκηρυττόντων τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν· ἵνα καὶ τῶν ἀξιεράστων τούτων πόνων παρὰ τοῦ φιλανθρώπου Κυρίου κομίσησθε τοὺς καρπούς.