Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
143.1
ΤΩ ΑΥΤΩ. Καὶ ἤδη δι' ἑτέρων γραμμάτων τὴν σὴν προσείπομεν θεοσέ βειαν, τοῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς ὑμετέροις τὴν ἐπιστο λὴν δεδωκότες· καὶ νῦν δὲ πάλιν προσφθεγγόμεθά σου τὴν ἁγιότητα. Προτρέπει γὰρ ἡμᾶς τοῦτο ποιεῖν καὶ ὁ ἀξιάγαστος ὑμῶν βίος, καὶ ὁ ἀξιέπαινος ζῆλος, ὃν ὑπὲρ τῆς ἀποστολικῆς ἐπεδείξασθε πίστεως, οὐ βασιλικὴν δείσαντες δυναστείαν, οὐκ ἐπισκοπικὴν συμφωνίαν. Εἰ γὰρ καὶ τῶν συνεληλυθότων οἱ πλεῖστοι βιασθέντες συνέθεντο, ἀλλ' οὖν ταῖς ὑπογραφαῖς τὴν καινὴν ἐκράτυναν αἵρεσιν. Τὴν δὲ ὑμετέραν φιλοθεΐαν οὐδὲν τούτων διέσεισεν· ἀλλ' ἐπὶ τῶν παλαιῶν διεμείνατε δογμάτων, ἃ καὶ διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων φρονεῖν τὰς Ἐκκλησίας ὁ Δεσπότης ἐδίδαξε. Τούτους καὶ ἡμεῖς τοὺς ὅρους φυλάττειν εὐχόμεθα, καὶ τὴν εἰς τὸν ἕνα Πατέρα, καὶ τὸν ἕνα Υἱόν, καὶ τὸ ἓν ἅγιον Πνεῦμα πίστιν τε καὶ ὁμολογίαν μέχρι τέλους διατηρῆσαι. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογε νοῦς οὐκ ηὔξησε τῆς Τριάδος τὸν ἀριθμόν, ἀλλὰ μεμένηκε καὶ μετὰ τὴν σάρκωσιν Τριὰς ἡ Τριάς. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐμαθητεύθημεν, οὕτως ἐπιστεύσαμεν, οὕτως ἐβαπτίσθημεν, οὕτως ἐκηρύξαμεν, οὕτως ἐβαπτίσαμεν, οὕτω διατελοῦμεν δοξάζοντες. Περὶ δὲ τοῦ πατρὸς τῶν λαλούντων τὸ ψεῦδος ὁ Κύριος ἔφη· Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἁρμόττει δὲ τοῖς μαθηταῖς τὰ περὶ τοῦ διδασκάλου ῥηθέντα. Καὶ γὰρ οὗτοι, ταῖς καθ' ἡμῶν ψευδολογίαις χρησά μενοι, ἐκ τῶν ἰδίων λαλοῦσιν, οὐ τὰ ἡμέτερα λέγουσιν. Ἡμᾶς δὲ ὁ Δεσπότης ψυχαγωγεῖ λέγων· Μακάριοι ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ ψευδόμενοι· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Καὶ τὴν σὴν δὲ παρακαλοῦμεν προσεύ ξασθαι θεοσέβειαν, μὴ τῆς τῶν ἀδικούντων ἡμᾶς γενέσθαι μερίδος, ἀλλὰ τῆς τῶν ἠδικημένων διὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν.

Intertext edge

Open linked passage

Note