Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
144.1
ΑΝΔΡΕΑ ΜΟΝΑΖΟΝΤΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Οὔτε θεασάμενος πώποτε τὴν σὴν εὐσέβειαν, οὔτε διὰ γραμ μάτων ὁμιληκώς, ἐραστὴς αὐτῆς ἐγενόμην θερμότατος. Εἰργά σατο δὲ τὸ φίλτρον, καὶ τοῦτο πυρσεύει διηνεκῶς, τὰ παρὰ τῶν τοῦ σοῦ μέλιτος γεγευμένων συμφώνως λεγόμενα. Θαυ μάζουσι γὰρ ἅπαντες τῆς πίστεως τὴν ὀρθότητα, τὴν τοῦ βίου λαμπρότητα, τὴν εὐστάθειαν τῆς ψυχῆς, τὴν τῶν ἠθῶν ἁρμονίαν, τὸ τῆς συνουσίας ἐπαγωγὸν καὶ γλυκύ, καὶ τἄλλα ὅσα τὸν τέλειον ὑπογράφει τῆς φιλοσοφίας τρόφιμον. Διὰ ταῦτα τῆς σῆς φιλοθεΐας ἐξήρτημαι. Ὁ δὲ πόθος καὶ γραμμά των ἄρξαι πεποίηκεν. Ἀλλ' ὦ φίλη μοι κεφαλή, μετάδος ὡς τάχιστα τοῦ ποθουμένου καὶ τὴν διὰ γραμμάτων ἡμῖν παράσχε διάλεξιν. Ἱκανὴν γὰρ τοῖς διεστηκόσι παρέχει ψυχαγωγίαν ἡ δι' ἐπιστολῶν ὁμιλιά. Γράψεις δὲ οὐχ ἑτεροδόξῳ, ἀλλὰ τῇ τῶν ἀποστόλων ἐντεθραμμένῳ διδασκαλίᾳ, καὶ Τριάδος οὐ τετρά δος κήρυκι. Τῷ ὄντι γὰρ παραπλησίως ὑπείληφα δυσσεβεῖς, τούς τε τὰς δύο τοῦ Μονογενοῦς φύσεις εἰς μίαν συνάγειν τολμῶντας, καὶ τοὺς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, εἰς δύο μερίζειν ἐπιχειροῦντας υἱούς. Εἴπερ ἄρα τινές εἰσιν· ἐγὼ γὰρ οὐκ οἴομαι· ἀλλὰ ταύτην ἀεὶ τὴν συκοφαντίαν κατὰ τῆς Ἐκκλησίας οἱ τῆς Ἀρείου καὶ Εὐνομίου, καὶ μέντοι καὶ Ἀπολιναρίου συμμορίας ἀναίδην ἐξύφηναν. Καὶ ῥᾴδιον γνῶναι τοῖς φιλοπόνοις, ὡς οἱ πανεύφημοι Πατέρες ἡμῶν, τῶν Ἐκκλησιῶν οἱ φωστῆρες, παρὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ταύτην τὴν κατηγορίαν ὑπέμειναν, ἣν νῦν ἡμεῖς παρὰ τῶν βελτίστων ὑφιστάμεθα τῆς καινῆς προμάχων αἱρέσεως. Ὧν ὁ πάνσοφος Δεσπότης ἐγύμνωσε τὴν ἀσέβειαν οὐκ ἀνασχό μενος τὴν ἀνοσίαν αἵρεσιν τῇ μακροθυμίᾳ κρατῦναι. Πεισθεὶς τοίνυν ὡς ὁμοδόξοις, δέσποτα, γράφεις– ῥᾴδιον δέ σοι τοῦτο καὶ ἐκ πολλῶν ἡμῶν συγγραμμάτων μαθεῖν–, ἀντίδος τὰ γράμματα. Ἔστι γὰρ ταῦτα πάλιν, σὺν Θεῷ φάναι, τῆς ἀγάπης ἐκκαύματα. Πρὸ δὲ τῶν γραμμάτων, δὸς τῶν προσευχῶν τὴν βοήθειαν, καὶ τὸν ἀγαθὸν ἡμῶν ἀντιβόλησον Κύριον, πρὸς τὴν ἀπλανῆ κατευθῦναι πορείαν τοὺς ἡμετέρους πόδας, ἵνα μετὰ τῶν αὐτοῦ νόμων ἐξανύσωμεν τὸν λειπόμενον δρόμον. Ἔχων γὰρ τὴν ἐκ τῆς καθαρᾶς βιοτῆς παρρησίαν, ῥᾷστα πείσεις τὸν εὐεργετεῖν ἐπειγόμενον.