Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
145.1
ΤΟΙΣ ΣΤΡΑΤΙΩΤΑΙΣ. Μία μὲν πάντων ἀνθρώπων φύσις, αἱ δὲ τῶν βίων προαι ρέσεις πολλαὶ καὶ διάφοροι. Οἱ μὲν γὰρ ναυτικόν, οἱ δὲ πολε μικὸν αἱροῦνται βίον· καὶ οἱ μὲν ἀθλητικόν, οἱ δὲ γεωργικόν· καὶ οἱ μὲν τήνδε, οἱ δὲ τήνδε τὴν τέχνην μεταχειρίζουσι. Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώ πων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολι κῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν· οἱ δὲ γαστρὶ δου λεύουσι, καὶ τῶν αἰσχρῶν ἡδονῶν τὴν ἀπόλαυσιν εὐημερίαν ὑπολαμβάνουσιν· ἄλλοι δέ γε μέσοι τούτων κἀκείνων εἰσί, καὶ οὔτε τὴν ἐπαινουμένην ζηλοῦσι σπουδήν, οὔτε τὸν ἀκόλαστον ἀσπάζονται βίον, τὴν δὲ ἁπλότητα τιμῶσι τῆς πίστεως. Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μετα βάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν. Ἐπειδὴ δὲ γράψαι περὶ τούτων ἡμᾶς ᾐτήσατε, σιγᾶν ἐπὶ τοῦ παρόντος βεβουλευμένος, βραχέα εἰπεῖν ἀναγκάζομαι, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ· Παντὶ γάρ, φησί, τῷ αἰ τοῦντί σε δίδου. Ἡμεῖς τοίνυν πάντα μὲν δύνασθαί φαμεν τὸν τῶν ὅλων Θεόν· τῇ δὲ πάντα φωνῇ μόνα τὰ καλὰ καὶ τὰ ἀγαθὰ συμ περιλαμβάνεσθαι. Ὁ γὰρ φύσει σοφός τε καὶ ἀγαθὸς οὐδὲν τῶν ἐναντίων προσίεται, ἀλλὰ μόνα τὰ τῇ φύσει πρέποντα. Εἰ δέ τινες ἀντιλέγουσι τῷδε τῷ λόγῳ, ἔρεσθε αὐτούς, εἰ δύναται ψεύσασθαι ὁ τῶν ὅλων Θεὸς τῆς ἀληθείας ὁ νομοθέ της· κἂν μὲν εἴποιεν δυνατὸν τῷ Θεῷ τὸ ψεῦδος, ὡς δυσσεβεῖς καὶ βλασφήμους τῆς ὑμετέρας συμμορίας ἐξελάσατε. Εἰ δὲ σύνθοιντο καὶ αὐτοί, μὴ δυνατὸν εἶναι τοῦτο τῷ τῶν ὅλων Θεῷ, πάλιν προσερωτήσατε, εἰ δυνατὸν ἄδικον γενέσθαι τὸν τὴν δικαιοσύνην πηγάζοντα. Εἰ δὲ συνομολογήσαιεν καὶ τοῦτο ἀδύνατον εἶναι τῷ τῶν ὅλων Θεῷ, πυθέσθαι χρὴ πάλιν, εἰ δυνατὸν ἄσοφον γενέσθαι τῆς σοφίας τὴν ἄβυσσον, καὶ τὸν Θεὸν μὴ εἶναι Θεόν, καὶ τὸν Κύριον ὡσαύτως μὴ εἶναι Κύριον, καὶ τὸν Δημιουργὸν οὐ Δημιουργόν, καὶ τὸν ἀγαθὸν οὐκ ἀγα θόν, ἀλλὰ κακόν, καὶ τὸ ἀληθινὸν φῶς μὴ εἶναι φῶς, ἀλλὰ τοὐναντίον. Εἰ δὲ συμφήσαιεν ταῦτα πάντα, καὶ τὰ τούτοις προσόμοια, ἀδύνατα εἶναι τῷ τῶν ὅλων Θεῷ, εἰπεῖν χρὴ πρὸς αὐτούς· οὐκοῦν πολλὰ ἀδύνατα τῷ Θεῷ· καὶ ὅτι ταῦτα τὰ ἀδύνατα οὐκ ἀδυναμίας δηλωτικά, ἀλλὰ δυνάμεως μεγίστης σημαντικά. Οὐδὲ γὰρ περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγοντες, ὡς ἀδύνατον αὐτὴν ἀποθανεῖν, ἀσθένειαν αὐτῆς κατηγοροῦ μεν, ἀλλὰ τῆς ἀθανασίας αὐτῆς τὸ δυνατὸν κηρύττομεν. Οὕτω τοίνυν ὁμολογοῦντες τοῦ Θεοῦ τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀθάνατον, οὔτε τροπήν, οὔτε πάθος, οὔτε θάνατον ἐκείνῃ προσάψαι τῇ φύσει δυνάμεθα. Εἰ δὲ εἴποιεν· Ἅπερ ἂν ἐθε λήσῃ δύναται ὁ Θεός, χρὴ πρὸς αὐτοὺς εἰπεῖν ὅτι οὐδὲν βούλεται ποιεῖν ὧν μὴ πέφυκεν· πέφυκε δὲ ἀγαθός, οὐκοῦν οὐ βούλεταί τι κακόν· πέφυκε δίκαιος, οὐκοῦν οὐ βούλεταί τι ἄδικον· πέφυκεν ἀληθής, οὐκοῦν τὸ ψεῦδος βδελύττεται· πέφυκεν ἄτρεπτος, οὐκοῦν τροπὴν οὐ προσίεται· εἰ δὲ τροπὴν οὐ προσίεται, ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει. Τοῦτο γὰρ καὶ αὐτὸς διὰ τοῦ Προφήτου φησίν· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Καὶ ὁ μακάριος Δαβίδ· Σὺ δὲ ὁ αὐ τὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· Εἰ δὲ ὁ αὐτός ἐστι, μεταβολὴν οὐκ ἐδέξατο. Εἰ δὲ κρείττων ὑπάρχει μεταβο λῆς καὶ τροπῆς, οὐ γέγονεν ἐξ ἀθανάτου θνητός, οὐδὲ ἐξ ἀπαθοῦς παθητός. Εἰ γὰρ τοῦτο γενέσθαι οἷόν τε ἦν, οὐκ ἂν τὴν ἡμετέραν προσέλαβε φύσιν. Ἐπειδὴ δὲ ἀθάνατον ἔχει φύ σιν, ἔλαβε τὸ παθεῖν δυνάμενον σῶμα, καὶ σὺν τῷ σώματι τὴν ἀνθρωπείαν ψυχήν. Καὶ τούτων ἑκάτερον τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀμύητον, ὑπὲρ μὲν τῶν ἡμαρτηκυιῶν ψυχῶν δέδωκε τὴν ψυχήν, ὑπὲρ δὲ τῶν τεθνηκότων σωμάτων τὸ σῶμα. Καὶ ἐπειδήπερ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ σῶμα τὸ ληφθὲν προσηγορεύθη σῶμα, εἰς ἑαυτὸν ἀναφέρει τὸ τοῦ σώματος πάθος. Ὅτι δὲ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ σῶμα τῷ σταυρῷ προσηλώθη, μάρτυρες οἱ τέσσαρες εὐαγγελισταί. Ἅπαντες γὰρ συμφώνως τοῦτο διδάσκουσιν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας προσελθὼν τῷ Πιλάτῳ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὅτι οὗτος ἀπὸ τοῦ ξύλου καθεῖλε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὅτι σινδόνι καλύψας ἔθηκεν ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς αἱ περὶ Μαρίαν τὴν Μαγδαληνὴν ἦλθον εἰς τὸ μνημεῖον ζητοῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ ἔδραμον πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ ἀπήγγειλαν ταῦτα. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συμφώνως κηρύττουσιν. Εἰ δέ φασιν οἱ ἀντιλέγοντες εἰρηκέναι τὸν ἄγγελον· Δεῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος, μαθέτωσαν οἱ ἀσύνετοι, ὡς καὶ περὶ τοῦ καλλινίκου Στεφάνου φησὶν ἡ θεία Γραφή· Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς. Καίτοι τὸ σῶμα μόνον ἠξιώθη ταφῆς, ἡ δὲ ψυχὴ οὐ συνετάφη τῷ σώματι, ἀλλ' ὅμως τοῦ κοινοῦ ὀνόματος καὶ μόνον τὸ σῶμα μετέλαχεν. Οὕτως ὁ μακάριος Ἰακὼβ τοῖς υἱέ σιν ἔλεγε· Θάψατέ με μετὰ τῶν πατέρων μου· καὶ οὐκ εἶπε· Θάψατέ μου τὸ σῶμα· καὶ ἐπήγαγεν· Ἐκεῖ ἔθα ψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν Ἰσαάκ, καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν τὴν Λείαν· καὶ οὐκ εἶπε· τὰ ἐκείνων σώματα. Καὶ μὴν τὰ ὀνόματα κοινὰ σωμάτων ἐστὶ καὶ ψυχῶν· ἀλλ' ὅμως καὶ μόνα τὰ σώματα ἐκ τῶν κοινῶν ὀνομάτων ἐκάλεσεν. Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων σηκοὺς ὀνομάζομεν, καὶ τὸν μὲν Διονυσίου τυχόν, τὸν δὲ Ἰουλιανοῦ, ἢ Κοσμᾶ· καίτοι εἰδότες, ὡς μικρὰ πολλάκις λείψανα σωμάτων ἐν τού τοις κατάκεινται, αἱ δὲ ψυχαὶ ἐν θειοτέροις χωρίοις διανα παύονται. Κἀν τῇ κοινῇ δὲ χρήσει τοῦτο τὸ ἔθος ἔστιν εὑρεῖν. Ὁ δεῖνα γάρ, φαμέν, ἀπέθανε, καὶ ὁ δεῖνα ἐν τῷδε κατάκειται τῷ τόπῳ· καὶ ταῦτα εἰδότες ὡς ἀθάνατος ἡ ψυχή, καὶ ὡς οὐ κοινωνεῖ τοῦ τάφου τῷ σώματι. Οὕτω καὶ ὁ ἄγγελος ἔφη· Δεῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· οὐ τὴν θεότητα περικλείσας τῷ τάφῳ, ἀλλὰ τοῦ Κυρίου τὸ σῶμα τῷ τοῦ Κυρίου προσαγορεύσας ὀνόματι. Ὅτι δὲ καὶ τοῖς ἁγίοις Πατράσι ταῦθ' οὕτως δοκεῖ, ἀκου σάτωσαν Ἀθανασίου τοῦ πανευφήμου τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπου, ὃς δι' ὁμολογίας τὴν ἀρχιερωσύνην ἐκόσμησε, βοῶντος· Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ καὶ τοὺς νεκροὺς ζωοποιεῖ. Ἀκουσάτωσαν καὶ τοῦ πολυθρυ λήτου Δαμάσου, τοῦ τῶν Ῥωμαίων ἐπισκόπου, βοῶντος· Εἴ τις εἴποι, ὅτι ἐν τῷ σταυρῷ πόνον ὑπέμεινεν ἡ θεό της, καὶ οὐχὶ τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἡ τοῦ δού λου μορφή, ἣν τελείαν ἀνέλαβεν, ἀνάθεμα ἔστω. Ἀκουσάτωσαν καὶ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου τῶν Ῥωμαίων ἐπισκόπου τοῦ κυρίου Λέοντος, νῦν γεγραφότος· Ὅτι ἔπ αθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς παθεῖν ἠδύνατο, οὐ κατὰ τὴν λαβοῦσαν φύσιν, ἀλλὰ κατὰ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἀπαθὴς φύσις τὸ παθητὸν ἔλαβε σῶμα, καὶ αὐτὸ παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα τὴν ἡμετέραν ἐργάσηται σωτηρίαν, καὶ τὴν οἰκείαν φύσιν ἐφύλα ξεν ἀπαθῆ. Καὶ πάλιν· οὐ γὰρ ἦλθεν ἵνα τὴν οἰκείαν ἀπολέσῃ φύσιν, ἀλλ' ἵνα τὴν ἡμετέραν σώσῃ. Εἰ τοί νυν κατηγοροῦσιν ἡμῶν εἰρηκότων, ὅτι ὅσα βούλεται δύναται ὁ Θεός, βούλεται δὲ τὰ τῇ αὐτοῦ φύσει πρέποντα, τὰ δὲ μὴ πρέποντα οὔτε βούλεται, οὔτε δύναται, κατηγορείτωσαν καὶ τῶνδε τῶν ἁγίων, καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι ταῦτα πρεσ βεύουσι. Κατηγορείτωσαν καὶ τοῦ Ἀποστόλου βοῶντος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν. Καὶ πάλιν· Εἰ ἀπιστοῦμεν, ἐκεῖ νος πιστὸς μένει, ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ταῦτα τοῖς ἀντιλέγουσιν ὑπανάγνωτε· καὶ εἰ μὲν πεισθεῖεν, ὑμνήσατε τὸν ἀγαθὸν Κύριον, ὅτι διὰ τῆς ὑμετέρας σπουδῆς κἀκείνοις τὴν ὠφέλειαν προὐξένησεν. Εἰ δὲ ἐπιμένοιεν ἀπει θοῦντες, μηδεμίαν πρὸς αὐτοὺς περὶ δογμάτων ποιεῖσθε διά λεξιν. Ἀπαγορεύει γὰρ ὁ θεῖος Ἀπόστολος, λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Ὑμεῖς δὲ τὴν εὐαγγελικὴν διδασκαλίαν ἄσυλον διατηρήσατε, ἵν' ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ, μετὰ τῆς προσηκούσης ἐργα σίας τὴν παρακαταθήκην τῷ δικαίῳ προσενεγκότες Κριτῇ, τῆς τριποθήτου φωνῆς ἐπακούσητε· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ᾖς πιστός, ἐπὶ πολλῶν σε κατα στήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Intertext edge

Open linked passage

Note