Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
146.1
ΤΟΙΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΜΟΝΑΖΟΥΣΙΝ. Οἱ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς γλώττας ὁπλί σαντες, οὐδὲν καινὸν οὐδὲ παράδοξον δρῶσιν, καὶ τοὺς εὔνους αὐτοῦ θεράποντας τῷ ψεύδει τοξεύοντες. Τῆς γὰρ Δεσποτι κῆς παροινίας μετέχειν ἀνάγκη τοὺς δι' αὐτὴν λίαν ἀλγοῦντας οἰκέτας. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Κύριος προτεθέσπικεν, τοὺς ἱεροὺς αὑτοῦ ψυχαγωγῶν μαθητάς. Ἔφη δὲ οὕτως· Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Εἶτα παρεθάρρυνεν αὐτούς, δείξας τὸ τῆς συκο φαντίας εὐφώρατον. Ἐπήγαγε γάρ· Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀπο καλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται. Τῆς δὲ θείας προρρήσεως τὴν ἀλήθειαν πολλάκις μὲν καὶ ἄλλοτε, μάλιστα δὲ νῦν σαφῶς ἑωράκαμεν. Οἱ γὰρ τὴν καθ' ἡμῶν συκοφαντίαν ὑφήναντες, καὶ παμπόλλων πριάμενοι χρημάτων τὰς ἡμετέρας σφαγάς, ὤφθησαν ἐναργῶς τὴν Βαλεντίνου καὶ Βαρδησάνου περικείμενοι λώβην. Ἤλπισαν δὲ ὅμως τὴν σφετέραν καλύψειν ἀσέβειαν, εἰ τῇ τοῦ ψεύδους θηγάνῃ τὰς γλώττας καθ' ἡμῶν παραθήξαιεν. Ἐπειδὴ γὰρ ἡμεῖς τὴν πάλαι κατασβεσθεῖσαν αἵρεσιν ἀνανεουμένην ὑπὸ τούτων ὁρῶντες, διετελοῦμεν βοῶντες, διαμαρτυρόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, κἀν τοῖς ἀσπαστηρίοις οἴκοις, κἀν τοῖς θείοις σηκοῖς, καὶ τὰς κατὰ τῆς πίστεως ἐγχειρουμένας ἐπιβουλὰς ἐξηλέγχομεν, λοιδορίας ἡμῶν κατέχεαν, ὡς δύο κηρυττόντων υἱούς. Ἔδει δὲ παρόντας ἐλέγχειν, καὶ μὴ διαβάλλειν ἀπόν τας. Οὗτοι δὲ τοὐναντίον δεδράκασι. Βασιλικοῖς γὰρ ἡμᾶς τῇ Κύρρῳ προσδήσαντες γράμμασιν, ἐρήμην δικάσαι τοὺς δικαιο τάτους ἠνάγκασαν δικαστάς, καὶ κατὰ τοῦ πέντε καὶ τριά κοντα σταθμοῖς ἀφεστηκότος τὴν ὀρθοτάτην ψῆφον ἐξήνεγκαν. Τοῦτο δὲ οὔτε γοητείαν τις, οὔτε νεκροσυλίαν κατηγορούμενος, οὐκ ἀνδροφόνος, οὐ γάμων ἐπίβουλος ὑπέμεινε πώποτε. Ἀλλὰ τοὺς μὲν δικαστὰς ἐπὶ τοῦ παρόντος ἐάσω. Ἐγγὺς γὰρ ὁ Κύριος, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι, καὶ πραττόμενος εὐθύνας οὐ μόνον ῥημάτων καὶ πραγμάτων, ἀλλὰ καὶ πονηρῶν ἐνθυμημάτων. Τὴν δὲ γεγενημένην δίκαιον οἶμαι διελέγξαι συκοφαντίαν. Ποίαν ἀπόδειξιν ἔχουσι τοῦ δύο λέγειν ἡμᾶς υἱούς; Εἰ μὲν γὰρ τῶν σιγώντων ἦμεν, ἔσχεν ἂν χώραν ἴσως ἡ ὑποψία. Ἐπειδὴ δὲ ἔργον εἴχομεν τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμά των ἀγῶνας, καὶ τοῖς τοῦ Κυρίου ποιμνίοις τὴν διδασκαλικὴν προσφέρομεν πόαν, καὶ πρὸς τούτοις πέντε καὶ τριάκοντα συνεγράψαμεν βίβλους, τήν τε θείαν Γραφὴν ἑρμηνεύοντες, καὶ τὸ τῶν αἱρέσεων διελέγχοντες ψεῦδος· εὐέλεγκτος ἄρα ἡ παρὰ τούτων συντεθεῖσα ψευδολογία. Πολλαὶ μὲν γὰρ ἀκροα τῶν μυριάδες μαρτυροῦσιν ἡμῖν τὴν τῶν εὐαγγελικῶν δογμάτων πεπρεσβευκόσιν ἀλήθειαν. Πρόκειται δὲ καὶ τὰ συγγράμματα τοῖς βουλομένοις εἰς βάσανον. Οὐ γὰρ ὑπὲρ δυάδος υἱῶν, ἀλλ' ὑπὲρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς τοὺς τὴν Ἀρείου καὶ Εὐνομίου νόσον εἰσδεξαμένους, καὶ πρὸς τοὺς τὴν Ἀπολιναρίου φρε νοβλάβειαν ἀσπαζομένους, καὶ μέντοι καὶ πρὸς τοὺς τῇ Μαρκίωνος σηπεδόνι κατεχομένους ἀγωνιζόμενοι διατετελέ καμεν, Ἕλληνας μὲν πείθοντες, ὅτι αὐτός ἐστιν ὁ τῶν ἁπάν των Δημιουργός, ὁ τοῦ ἀεὶ ὄντος Θεοῦ συναΐδιος Υἱός· Ἰου δαίους δέ, ὅτι περὶ αὐτοῦ τὰς προρρήσεις οἱ προφῆται πεποίηνται· τοὺς δὲ Ἀρείου καὶ Εὐνομίου κληρονόμους, ὅτι τοῦ Πατρὸς ὁμοούσιος, ὁμότιμός τε καὶ ἰσοδύναμος· τοὺς δὲ τῆς Μαρκίωνος λύττης μετεσχηκότας, ὅτι οὐκ ἀγαθός ἐστι μόνον, ἀλλὰ καὶ δίκαιος· οὐκ ἀλλοτρίων, κατὰ τὸν ἐκείνων μῦθον, ἀλλ' οἰκείων ποιημάτων Σωτήρ. Καὶ ἁπαξαπλῶς πρὸς αἵρεσιν ἑκάστην διαμαχόμενοι, τὸν ἕνα προσκυνεῖν παρρεγ γυῶμεν Υἱόν. Καὶ τί δεῖ μακρηγορεῖν, ἐξὸν συντόμως διελέγξαι τὸ ψεῦ δος; Τοὺς γὰρ καθ' ἕκαστον ἔτος τῷ παναγίῳ προσιόντας βαπτίσματι, τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων πίστιν ἐκμανθάνειν παρασκευάζομεν· καὶ μυσταγωγοῦντες αὐτοὺς ὡς προσετάχθημεν, βαπτίζομεν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγορίαν προσφέροντες. Καὶ μέντοι καὶ τὰς θείας λειτουργίας ἐν ταῖς Ἐκκλησίαις ἐπιτελοῦντες, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, καὶ αὐτὴν δὲ τὴν ἡμέραν κατὰ τριτημόριον διαιροῦντες δοξάζομεν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα. Εἰ δὲ δύο υἱοὺς κατὰ τὴν τούτων συκοφαντίαν πρεσβεύομεν, τίνα δοξάζομεν, τίνα δὲ ἀπροσκύ νητον καταλείπομεν; Μανίας γὰρ ἐσχάτης, δύο μὲν εἶναι πιστεύειν υἱούς, ἑνὶ δὲ μόνῳ τὴν δοξολογίαν προσφέρειν. Τίς δὲ οὕτως ἐμβρόντητος, ὡς τοῦ θείου Παύλου βοῶντος ἀκούων· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα· ἀντι νομοθετῆσαι τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, καὶ διχῆ τὸν ἕνα τεμεῖν; Ἀλλὰ γὰρ μάτην ἀδολεσχῶ. Οὐδὲ γὰρ οὗτοι φάναι τολμῶσι, καὶ ταῦτα τῷ ψεύδει συντεθραμμένοι, ὡς ταῦτα λεγόντων ἡμῶν ἀκηκόασι πώποτε· ἀλλὰ τῷ τὰς δύο φύσεις ὁμολογεῖν τοῦ Δεσπότου Χριστοῦ, δύο λέγουσι κηρύττειν υἱούς. Καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὡς τῶν ἀνθρώπων ἕκαστος καὶ ψυχὴν ἀθάνατον ἔχει, καὶ σῶμα θνητόν· καὶ οὐδεὶς μέχρι καὶ τήμερον δύο Παύλους τὸν Παῦλον ὠνόμασεν, ἐπειδὴ καὶ ψυχὴν ἔχει καὶ σῶμα· οὔτε τὸν Πέτρον δύο Πέτρους, οὔτε τὸν Ἀβραάμ, οὔτε τὸν Ἀδάμ. Ἀλλ' οἶδε μὲν ἕκαστος τῶν φύσεωντὸ διάφορον, δύο δὲ Παύλους οὐκ ὀνομάζει τὸν ἕνα. Οὕτω τοίνυν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, καὶ Υἱὸν Θεοῦ, καὶ Υἱὸν ἀνθρώπου προσαγορεύοντες, ὡς παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, οὐ δύο φαμὲν υἱούς, ἀλλὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὁμολογοῦμεν τὰς ἰδιότητας. Οὗτοι δὲ τὴν ἐξ ἡμῶν ληφθεῖσαν ἀρνούμενοι φύσιν, δυσχεραίνουσι τῶνδε τῶν λόγων ἀκούοντες. Ἡμᾶς δὲ δεῖξαι προσήκει πόθεν ταύτην ἠσπάσαντο τὴν ἀσέβειαν. Σίμων μὲν γὰρ καὶ Μένανδρος, Κέρδων καὶ Μαρκίων παντάπασιν ἀρνοῦνται τὴν ἐνανθρώπησιν, καὶ τὴν ἐκ Παρθέ νου γέννησιν μυθολογίαν ἀποκαλοῦσι. Βαλεντῖνος δέ, καὶ Βασι λείδης, καὶ Βαρδησάνης, καὶ Ἁρμόνιος, καὶ οἱ τῆς τούτων συμμορίας, δέχονται μὲν τῆς Παρθένου τὴν κύησιν, καὶ τὸν τόκον· οὐδὲν δὲ τὸν Θεὸν Λόγον ἐκ τῆς Παρθένου προσειλη φέναι φασίν, ἀλλὰ πάροδόν τινα δι' αὐτῆς ὥσπερ διὰ σωλῆνος ποιήσασθαι, ἐπιφανῆναι δὲ τοῖς ἀνθρώποις φαντασίᾳ χρησά μενον, καὶ δόξας εἶναι ἄνθρωπος, ὃν τρόπον ὤφθη τῷ Ἀβραάμ, καί τισιν ἄλλοις τῶν παλαιῶν. Ἄρειος δὲ καὶ Εὐνόμιος σῶμα μὲν αὐτὸν ἔφασαν εἰληφέναι, τὴν θεότητα δὲ τὰ τῆς ψυχῆς ἐνηργηκέναι, ἵνα ταύτῃ τὰ ταπεινὰ καὶ τῶν ῥημάτων καὶ τῶν πραγμάτων προσάψωσιν. Ὁ δέ γε Ἀπολινάριος καὶ ψυχὴν αὐτὸν μετὰ τοῦ σώματος ἔφησεν εἰληφέναι, ἀλλ' οὐ τὴν λογι κήν, ἀλλὰ τὴν ζωτικὴν ἤγουν φυτικὴν ὀνομαζομένην. Τοῦ νοῦ γάρ, φησί, τὴν χρείαν ἡ θεότης ἐπλήρου. Ψυχῆς δὲ καὶ νοῦ τὴν διαίρεσιν παρὰ τῶν ἔξω μεμάθηκε φιλοσόφων. Ἡ γὰρ θεία Γραφὴ ἐκ ψυχῆς λέγει καὶ σώματος συνεστάναι τὸν ἄνθρω πον. Ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐ τοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυ χὴν ζῶσαν. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἀποστόλοις ἔφη· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Τὰ μὲν οὖν τῶν αἱρετικῶν δόγματα τοσαύτην ἔχει πρὸς ἄλληλα διαμάχην. Οὗτοι δὲ τὸν Ἀπολινάριον, καὶ μέντοι καὶ Ἄρειον καὶ Εὐνόμιον ὑπερβῆναι τῇ ἀσεβείᾳ φιλονεικήσαντες, τὴν ὑπὸ Βαλεντίνου καὶ Βαρδησάνου πάλαι σπαρεῖσαν αἵρεσιν, εἶτα πρόρριζον ὑπὸ τῶν ἀρίστων ἀνασπασθεῖσαν γεωργῶν, φυτεῦσαι νῦν ἐπειράθησαν. Παραπλησίως γὰρ ἐκείνοις ἠρνή θησαν τὸ ἐκ τῆς ἡμετέρας φύσεως προσειλῆφθαι τοῦ Δεσπό του τὸ σῶμα. Ἡ δὲ Ἐκκλησία, τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένη, καὶ θεότητα τελείαν, καὶ ἀνθρωπότητα τελείαν ἐν τῷ Δεσπότῃ Χριστῷ θεωρεῖ. Ὥσπερ γὰρ ἔλαβε σῶμα, οὐ δεόμενος σώματος, ἀλλὰ πᾶσι τοῖς σώμασι δι' ἐκείνου τὴν ἀθανασίαν πραγματευόμενος οὕτω δὴ καὶ ψυχὴν ἔλαβε τὴν κυβερνῶσαν τὸ σῶμα, ἵνα πᾶσα ψυχὴ διὰ ταύτης μετάσχῃ τῆς ἀτρεπτότητος. Εἰ γὰρ καὶ ἀθάνατοί εἰσιν αἱ ψυχαί, ἀλλ' οὐκ ἄτρεπτοι. Πολλὰς γὰρ καὶ ἀγχιστρόφους μεταβολὰς ὑπομέ νουσι, νῦν μὲν τούτοις ἀρεσκόμεναι, νῦν δὲ ἐκείνοις. Οὗ δὴ χάριν καὶ πλημμελοῦμεν ἐκτρεπόμενοι, καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν εἰσδεχόμενοι. Μετὰ δὲ τὴν ἀνάστασιν, ἀπολαύει μὲν ἀθανασίας καὶ ἀφθαρσίας τὰ σώματα, ἀπολαύουσι δὲ ἀπαθείας καὶ ἀτρεπτότητος αἱ ψυχαί. Διά τοι τοῦτο καὶ σῶμα λαβὼν καὶ ψυχὴν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, μώμου ταῦτα παντὸς ἐλεύθερα διεφύλαξε, καὶ τὴν ὑπὲρ τοῦ γένους θυσίαν προσή νεγκεν. Διὰ γὰρ δὴ τοῦτο καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· ἀρχιερεὺς δὲ οὐχ ὡς Θεός, ἀλλ' ὡς ἄνθρωπος κέκληται. Καὶ αὐτὸς προσφέρει μὲν ὡς ἄνθρωπος, δέχεται δὲ τὴν θυσίαν μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ὡς Θεός. Εἰ μὲν γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα μόνον ἐξήμαρτεν, ἔδει τοῦτο μόνον ἀπο λαῦσαι τῆς θεραπείας. Ἐπεὶ δὲ οὐ μόνον συνήμαρτεν, ἀλλὰ καὶ προήμαρτεν ἡ ψυχὴ– πρότερος γὰρ ὁ λογισμὸς διαγράφει τὴν ἁμαρτίαν, εἶθ' οὕτως ταύτην διὰ τοῦ σώματος ἐνεργεῖ–· δίκαιον ἦν δήπου καὶ ταύτην τῆς ἰατρείας τυχεῖν. Ἀλλὰ γὰρ παρέλκον ἴσως ἐκ λογισμῶν ποιεῖσθαι τούτου τὰς ἀποδείξεις, τῆς θείας σαφῶς τοῦτο κηρυττούσης Γραφῆς. Καὶ γὰρ Δαβὶδ ὁ θεσπέσιος καὶ ὁ θειότατος Πέτρος διαρρήδην τοῦτο διδά σκουσιν, ὁ μὲν πόρρωθεν προθεσπίζων, ὁ δὲ τὴν πρόρρησιν ἑρμηνεύων. Φησὶ δὲ οὕτω τῶν ἀποστόλων ὁ πρῶτος· Προφή της ὑπάρχων ὁ Δαβίδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστή σειν κατὰ σάρκα τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρό νου αὐτοῦ, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐ τοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. Πολλὰ δὲ κατὰ ταὐτὸν ἡμᾶς διὰ τῶν ὀλίγων τούτων ἐξεπαί δευσε λόγων. Πρῶτον μὲν ὡς ἡ ληφθεῖσα φύσις ἐκ τῆς ὀσφύος τοῦ Δαβὶδ κατάγει τὸ γένος· ἔπειτα δὲ ὅτι οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ἀθάνατον ἔλαβε· καὶ πρὸς τούτοις, ὅτι ταῦτα τῷ θανάτῳ παραδέδωκεν, ἃ λαβὼν πάλιν ἀνέστησεν ὡς ἠθέλη σεν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· Λύσατε τὸν ναὸν τοῦ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Μεμαθήκα μεν δὲ καὶ ὡς ἡ θεία φύσις ἀθάνατος. Πέπονθε γὰρ τὸ παθητόν, καὶ τὸ ἀπαθὲς μεμένηκεν ἀπαθές. Ἐνηνθρώπησε γὰρ ὁ Θεὸς Λόγος, οὐχ ἵνα παθητὴν ἀποφήνῃ τὴν ἀπαθῆ φύσιν, ἀλλ' ἵνα τῇ παθητῇ φύσει διὰ τοῦ πάθους τὴν ἀπάθειαν δωρήσηται. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις νῦν μέν φησιν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἵρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτὴν, νῦν δέ· Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων. Καὶ πάλιν· Νῦν ἡ ψυχή μου τετάρακται Καὶ αὖθις· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανά του. Καὶ περὶ τοῦ σώματος δέ φησιν· Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ τὰ θεῖα δὲ παραδοὺς μυστήρια, καὶ τὸ σύμβολον κλάσας καὶ διανείμας, ἐπήγαγε· Τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ πάλιν· Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ αὖθις· Ἂν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀν θρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Καί· Ὁ ἐσθίων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν ἐν ἑαυτῷ αἰώνιον. Καὶ ἕτερα δὲ τοιαῦτα μυρία ἔστιν εὑρεῖν, κἀν τῇ Παλαιᾷ κἀν τῇ Καινῇ, καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς δεικνύντα τὴν πρόσληψιν, καὶ ὡς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ ἕλκει ταῦτα τὸ γένος. Καὶ Ἰωσὴφ δὲ ὁ Ἀριμαθαῖος τῷ Πιλάτῳ προσελθών, ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ διδάσκει ἡμᾶς διαρρήδην τῶν ἱερῶν Εὐαγγελίων ἡ τετρακτύς, ὅπως τε ἔλαβε τὸ σῶμα, καὶ ὅπως ἐνείλησε τῇ σινδόνι, καὶ ὅπως τῷ τάφῳ παρέδωκεν. Ἐγὼ δὲ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τὴν Μαρ κίωνος λύμην εἰσδεξαμένοις προσέφερον ἀποδείξεις– καὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι–, ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμο πίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει. Τίς γὰρ πώποτε περὶ τούτων τοῖς τῆς Ἐκκλησίας τροφίμοις ἀμφισ βήτησις γέγονε; Τίς δὲ τῶν ἁγίων Πατέρων οὐ τήνδε τὴν δι δασκαλίαν προσήνεγκε; Πλήρη γὰρ ταύτης καὶ τὰ τοῦ μεγάλου Βασιλείου συγγράμματα, καὶ τὰ τῶν ἐκείνου συναγωνιστῶν Γρηγορίου καὶ Ἀμφιλοχίου, καὶ τῶν ἐν τῇ Δύσει διαπρεψάντων ἐν τῇ διδασκαλίᾳ τῆς χάριτος, Δαμάσου τοῦ τῆς μεγά λης Ῥώμης, καὶ Ἀμβροσίου τοῦ Μεδιολάνων, καὶ Κυπριάνου τοῦ Καρχηδόνος, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδέ ξατο ὑπὲρ τουτωνὶ τῶν δογμάτων. Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλητος πεντάκις ἐξηλάθη τῆς ποίμνης, καὶ τὴν ὑπερ ορίαν οἰκεῖν ἠναγκάσθη. Καὶ Ἀλέξανδρος δὲ ὁ ἐκείνου διδάσκα λος ὑπὲρ τούτων ἠγωνίσατο τῶν δογμάτων. Καὶ Εὐστάθιος, καὶ Μελέτιος, καὶ Φλαβιανός, τῆς Ἀνατολῆς οἱ φωστῆρες, καὶ Ἐφραίμ, ἡ τοῦ Πνεύματος λύρα, ὁ τὸ Σύρων ἔθνος ἄρδων ὁσημέραι τοῖς τῆς χάριτος νάμασι, καὶ Ἰωάννης καὶ Ἀττικὸς οἱ τῆς ἀληθείας μεγαλόφωνοι κήρυκες· καὶ οἱ τούτων ἔτι πρεσβύτεροι, Ἰγνάτιος καὶ Πολύκαρπος, καὶ Εἰρηναῖος, καὶ Ἰουστῖνος, καὶ Ἱππόλυτος, ὧν οἱ πλείους οὐκ ἀρχιερέων προλάμπουσι μόνον, ἀλλὰ καὶ τὸν τῶν μαρτύρων διακοσμοῦσι χορόν. Καὶ μὲν δὴ καὶ ὁ νῦν τὴν μεγάλην Ῥώμην ἰθύνων, καὶ τῶν ὀρθῶν δογμάτων τὰς ἀκτῖνας ἐκ τῆς Ἑσπέρας πάντοσε ἐκτείνων ὁ ἁγιώτατος Λέων, τοῦτον ἡμῖν τῆς πίστεως τὸν χαρακτῆρα διὰ τῶν οἰκείων δογμάτων προσήνεγκεν. Οὗτοι πάντες σαφῶς ἐξεπαίδευσαν, ὡς εἷς Υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς καὶ Θεὸς προαιώνιος ἐκ τοῦ Πατρὸς ἀρρήτως γεγεν νημένος· καὶ ὡς μετὰ τὴν ἐνανθρώπησιν καὶ Υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ἐχρημάτισεν, οὐκ εἰς τοῦτο τραπεὶς– ἄτρε πτον γὰρ ἔχει τὴν φύσιν–, ἀλλὰ προσλαβὼν τὸ ἡμέτερον· καὶ ὅτι αὐτὸς καὶ ἀπαθὴς ἦν, καὶ ἀθάνατος ὡς θεός, καὶ θνητὸς καὶ παθητὸς ὡς ἄνθρωπος· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ κατὰ τὸ ἀνθρώπειον, καὶ τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν ἐδέξατο. Εἰ γὰρ καὶ μεμένηκε σῶμα τὸ σῶμα, ἀλλ' ἀπαθές ἐστι καὶ ἀθάνατον, καὶ θεῖον ὄντως σῶμα, καὶ θείᾳ δόξῃ δεδοξασμένον· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος ἐδίδαξε Παῦλος· Ἡμῶν γάρ, φησί, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Καὶ οὐκ εἶπε τῇ δόξῃ αὐτοῦ, ἀλλὰ τῷ σώ ματι τῆς δόξης αὐτοῦ. Καὶ αὐτὸς δὲ ὁ Κύριος εἰπὼν τοῖς ἀποστόλοις· Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρός, παρ έλαβεν αὐτοὺς μετὰ ἓξ ἡμέρας εἰς ὄρος ὑψηλὸν λίαν, καὶ μετ εμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λαμπρὰ ὡς τὸ φῶς. Ἐδί δαξε δὲ διὰ τούτων τῆς δευτέρας ἐπιφανείας τὸν τρόπον. Καὶ ὡς ἀπερίγραφος μὲν ἡ ληφθεῖσα φύσις οὐκ ἔστι– τοῦτο γὰρ μόνης τῆς θεότητος ἴδιον–, τὰς δὲ τῆς θείας δόξης ἀφήσει μαρμαρυγάς, καὶ φωτὸς ἀκτῖνας ἐκπέμψει, τῆς ὀπτικῆς αἰσθή σεως ὑπερβαίνουσα τὰ μέτρα. Μετὰ ταύτης ἀνελήφθη τῆς δόξης· οὕτως αὐτὸν ἔφασαν ἥξειν οἱ ἄγγελοι· αὐτῶν γάρ ἐστι φωνή· Οὗτος ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρα νὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Καὶ τοῖς θείοις δὲ ἀπο στόλοις ὀφθεὶς μετὰ τὴν ἀνάστασιν, καὶ χεῖρας αὐτοῖς καὶ πόδας ὑπέδειξε· τῷ δὲ Θωμᾷ καὶ τὴν πλευράν, καὶ τῶν ἥλων καὶ τῆς λόγχης τὰς ὠτειλάς. Διὰ γὰρ δὴ τούτους τοὺς ἄντι κρυς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ μέντοι καὶ τοὺς ἄλλους, οἳ μετὰ τὴν ἀνάστασιν εἰς θεότητός φασι μετα βεβλῆσθαι φύσιν τὴν τοῦ σώματος φύσιν, ἐφύλαξεν ἀκεραίους τῶν ἥλων καὶ τῆς λόγχης τοὺς τύπους. Καὶ τἄλλα σώματα μώμου παντὸς ἐγείρων ἐλεύθερα, τῷ οἰκείῳ σώματι τὰ τῶν παθημάτων σημεῖα κατέλιπεν, ἵνα καὶ τοὺς ἀρνουμένους τοῦ σώματος τὴν ἀνάληψιν διὰ τῶν παθημάτων πλανωμένους ἐλέγξῃ, καὶ τοὺς εἰς ἑτέραν φύσιν μεταβεβλῆσθαι τὸ σῶμα νομίζοντας διδάξῃ διὰ τοῦ τύπου τῶν ἥλων, ὡς ἐπὶ τῶν οἰκείων χαρακτήρων μεμένηκεν. Εἰ δέ τις ἀπόδειξιν ἔχειν οἴεται τοῦ μὴ μεμενηκέναι σῶμα μετὰ τὴν ἀνάστασιν τοῦ Κυρίου τὸ σῶμα, ὡς κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς μαθη τὰς εἰσελθεῖν, ἀναμνησθήτω πῶς ἐπὶ θαλάσσης ἐβάδισε θνητὸν ἔχων ἔτι τὸ σῶμα, καὶ μέντοι πῶς ἐγεννήθη τῆς παρθενίας ἀκήρατα φυλάξας τὰ σήμαντρα, καὶ αὖ πάλιν πῶς τῶν ἐπι βουλευόντων πολλάκις τὰς χεῖρας διέφυγεν ὑπ' ἐκείνων κεκυ κλωμένος. Καὶ τί λέγω τὸν Δεσπότην, ὃς οὐ μόνον ἄνθρωπος ἦν, ἀλλὰ καὶ Θεὸς προαιώνιος, καὶ ῥᾴδιον ἦν αὐτῷ πάντα ποιεῖν ὅσα βούλεται; Εἰπάτωσαν πῶς ὁ Ἁμβακοὺμ ἐκ τῆς Ἰουδαίας εἰς Βαβυλῶνα ἐν ἀκαρεῖ τοῦ χρόνου μετέβη, καὶ διέβη τοῦ λάκκου τὸ κάλυμμα, καὶ τῷ Δανιὴλ προσενήνοχε τὴν τροφήν, καὶ αὖθις ἐπανῆλθε μὴ διαφθείρας τοῦ λάκκου τὰ σήμαντρα. Ἀλλὰ μανία σαφής, καὶ τῶν Δεσποτικῶν θαυμά των τοὺς τρόπους ἀνερευνᾶν. Προσήκει δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις εἰδέναι, ὡς μετὰ τὴν ἀνάστασιν καὶ τὰ ἡμέ τερα σώματα ἄφθαρτα ἔσται. Καὶ ἀθάνατα, καὶ τοῦ γεώδους ἀπαλλαττόμενα κοῦφα γίνεται καὶ μετάρσια. Καὶ τοῦτο διαρ ρήδην σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Παῦλος. Σπείρεται γάρ, φησίν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπεί ρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχι κόν, ἐγείρεται σῶμα πνευματικόν. Καὶ ἀλλαχοῦ· Ἁρ παγησόμεθα, φησίν, ἐν νεφέλαις εἰς ἀέρα, εἰς ἀπάν τησιν τοῦ Κυρίου. Εἰ δὲ τὰ τῶν ἁγίων σώματα κοῦφα γίνεται καὶ μετάρσια, καὶ ῥᾳδίως τὸν ἀέρα διαπερᾷ, οὐ δεῖ θαυμάζειν, εἰ τὸ Δεσποτικὸν σῶμα, τὸ τῇ θεότητι τοῦ Μονο γενοῦς ἡνωμένον, μετὰ τὴν ἀνάστασιν γεγενημένον ἀθάνατον κεκλεισμένων τῶν θυρῶν εἰσελήλυθε. Καὶ μυρίας δὲ ἑτέρας καὶ προφητικὰς καὶ ἀποστολικὰς μαρτυρίας παραγαγεῖν εὐπετές. Ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα δεῖξαι τὸν τῆς ἡμετέρας διδασκαλίας σκοπόν. Πιστεύομεν γὰρ εἰς ἕνα Πατέρα, εἰς ἕνα Υἱόν, εἰς ἓν ἅγιον Πνεῦμα· καὶ ὁμο λογοῦμεν μίαν θεότητα, μίαν κυριότητα, μίαν οὐσίαν, τρεῖς ὑποστάσεις. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογενοῦς τὸν τῆς Τριάδος οὐκ ηὔξησεν ἀριθμόν, καὶ τετράδα τὴν Τριάδα πεποίηκεν, ἀλλὰ μεμένηκεν καὶ μετὰ τὴν ἐνανθρώπησιν Τριὰς ἡ Τριάς. Ἐνανθρωπῆσαι δὲ πιστεύοντες τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, οὐκ ἀρνούμεθα ἣν ἔλαβε φύσιν, ἀλλ' ὁμολογοῦμεν, ὡς ἔφην, καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἕνωσις οὐ συνέχεε τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ὁ ἀὴρ ὅλος δι' ὅλου τὸ φῶς εἰσδεχόμενος οὐκ ἀπόλλυσι τὸ εἶναι ἀήρ, οὔτε μὴν τοῦ φωτὸς διαφθείρει τὴν φύσιν, ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ὁρῶμεν τὸ φῶς, τῇ δὲ ἁφῇ τὸν ἀέρα γινώσκομεν– ἢ γὰρ ψυχρὸς ἡμῖν, ἢ θερμός, ἢ ὑγρός, ἢ ξηρὸς προσπελάζει– ἀνοίας ἐσχάτης σύγχυσιν ἀποκαλεῖν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρω πότητος ἕνωσιν. Εἰ γὰρ αἱ ὁμόδουλοι καὶ ὁμόχρονοι καὶ κτισταὶ φύσεις ἑνούμεναι, καὶ οἱονεὶ κεραννύμεναι ἀκέραιοι διαμέ νουσι, καὶ τοῦ φωτὸς ὑποχωροῦντος μένει καθ' αὑτὴν τοῦ ἀέρος ἡ φύσις, πολλῷ δήπουθεν δικαιότερον, τὴν τὰ πάντα τεκτηνα μένην φύσιν τῇ ἐξ ἡμῶν ληφθείσῃ συναφθεῖσάν τε καὶ ἑνω θεῖσαν φύσει, καὶ αὐτὴν ἀκραιφνῆ μεμενηκέναι ὁμολογεῖν, καὶ ἣν ἔλαβεν ὡσαύτως ἀκεραίαν διαφυλάξαι. Καὶ γὰρ καὶ ὁ χρυ σὸς τῷ πυρὶ προσομιλῶν μεταλαμβάνει μὲν τῆς τοῦ πυρὸς καὶ χρόας καὶ ἐνεργείας, τὴν δὲ οἰκείαν οὐκ ἀπόλλυσι φύσιν, ἀλλὰ καὶ μένει χρυσός, καὶ ἐνεργεῖ τὰ πυρός. Οὕτω καὶ τὸ Δεσποτικὸν σῶμα, σῶμα μὲν ἔστιν, ἀλλ' ἀπαθές, ἄφθαρτον, καὶ ἀθάνατον, καὶ Δεσποτικόν, καὶ θεῖον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Οὐ γὰρ κεχώρισται τῆς θεότητος, οὐδὲ ἄλλου τινός ἐστιν, ἀλλ' αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἕτερον ἡμῖν ἐπιδείκνυσι πρόσωπον, ἀλλ' αὐτὸν τὸν Μονο γενῆ τὴν ἡμετέραν περικείμενον φύσιν. Ταύτην ἡμεῖς τὴν διδασκαλίαν διατελοῦμεν κηρύττοντες. Οἱ δὲ τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν ἀρνούμενοι αἱρετικοὺς ἡμᾶς προσηγόρευσαν, προσόμοιόν τι ταῖς γυναιξὶ ταῖς ἀκολάστοις ποιοῦντες. Καὶ γὰρ ἐκεῖναι δημοσίᾳ πωλοῦσαι τὴν ὥραν, τοῖς ἑταιρικοῖς ὀνείδεσι τὰς σώφρονας περιβάλ λουσι, καὶ τὰ τῆς οἰκείας ἀσελγείας ὀνόματα ταῖς τὴν ἀσέλ γειαν βδελυττομέναις περιτιθέασι. Τοῦτο καὶ ἡ Αἰγυπτία πεποίηκε. Τὴν γὰρ τῆς αἰσχρᾶς ἐπιθυμίας δουλείαν ἀσπα σαμένη, καὶ τὴν ἀνδραποδώδη κολακείαν προσενεγκοῦσα τῷ σώφρονι, εἶτα μὴ δελεάσασα, μηδὲ ταῖς τῆς ἡδυπαθείας περι πείρασα πάγαις, ἀλλοτρίας εὐνῆς ἀπεκάλει λῃστὴν τῆς σωφρο σύνης τὸν ἐραστήν. Ἀλλ' οὗτοι μὲν δώσουσι τῷ Θεῷ τὰς εὐθύνας, καὶ τῶν κατὰ τῆς πίστεως μηχανημάτων, καὶ τῶν καθ' ἡμῶν σκευωρημάτων. Ἐγὼ δὲ τοὺς ὑπηγμένους ταῖς γεγενημέναις ψευδολογίαις παρακαλῶ, θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν, καὶ μὴ τὰς δύο τοῖς κατηγο ροῦσιν ὑπέχειν. Οὕτω γὰρ τὸν θεῖον πληρώσουσι νόμον, ὃς διαρρήδην βοᾷ· Ἀκοὴν ματαίαν οὐ παραδέξῃ, καὶ· Κρί σιν δικαίαν κρίνετε ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ. Διὰ γὰρ δὴ τούτων ὁ θεῖος νόμος παρεγγυᾷ μὴ πιστεύειν ταῖς κατὰ τῶν ἀπόντων διαβολαῖς ἀλλὰ παροῦσι τοῖς κατηγορουμένοις δικάζειν. 147 ΙΩΑΝΝΗ ΟΙΚΟΝΟΜΩ. Ἐμοὶ μὲν ἡσυχία θυμήρης καὶ βίος φροντίδων ἐλεύθερος. Διά τοι τοῦτο καὶ τοῦ μοναστηρίου τὴν αὔλειον ἀνῳκοδόμησα θύραν, καὶ τῶν γνωρίμων τὰς συντυχίας ἐκκλίνω. Ἐπειδὴ δὲ καινοτομίαν κατὰ τῆς εὐαγγελικῆς πίστεως κινεῖσθαι μεμά θηκα, οὐκ ἀκίνδυνον ὑπολαμβάνω τὴν σιωπήν. Εἰ γὰρ ἀνθρώπου βασιλεύειν λαχόντος παρά τινων ὑβρισθέντος, οὐ κατὰ τῶν ὑβρικότων μόνον, ἀλλὰ καὶ κατὰ τῶν παρατετυχηκότων μέν, ἥκιστα δὲ τοὺς πεπαρῳνηκότας ἀμυναμένων κίνδυνος ἐπῃώ ρηται, ποίαν οὐκ ἂν δικαίως κόλασιν ὑποσταῖεν οἱ τὰς κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τολμωμένας βλασφημίας παρο ρᾶν ἀνεχόμενοι; Τοῦτό με τὸ δέος ἐπὶ τοῦ παρόντος ἠνάγ κασε γράψαι νῦν καὶ δηλῶσαι ἃ παρά τινων καινοτομεῖσθαι μεμάθηκα. Πολλοὶ γάρ, ὥς τινές φασιν, ἐν τῇ πόλει θρυλοῦσιν ὡς πρεσβυτέρων τινῶν προσευξαμένων, καὶ τὸ σύνηθες τέλος ἐπιτεθεικότων τῇ προσευχῇ, καὶ τῶν μὲν εἰρηκότων ὅτι σοὶ πρέπει δόξα, καὶ τῷ Χριστῷ σου, καὶ τῷ ἁγίῳ σου Πνεύματι· τῶν δέ· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χρισ τοῦ σου, μεθ' οὗ σοὶ πρέπει δόξα σὺν τῷ ἁγίῳ σου Πνεύματι, ἐπέσκηψεν ὁ σοφώτατος ἀρχιδιάκονος μὴ χρῆ ναι λέγειν τὸν Χριστόν, ἀλλὰ τὸν Μονογενῆ δοξάζειν. Εἰ δὲ τοῦτο ἀληθές, οὐδεμίαν ἀσεβείας ὑπερβολὴν καταλείπει. Ἢ γὰρ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν μονογενῆ μὲν Υἱὸν ὑπολαμβάνει γνήσιόν τε καὶ φύσει γεγενημένον, τὸν δὲ Χριστὸν εἰσποιητόν τε καὶ νόθον, καὶ διὰ τοῦτο δοξολογίας ἀνάξιον· ἢ πειρᾶται κρατύ νειν τὴν νῦν εἰσκωμάσασαν αἵρεσιν. Καὶ εἰ μὲν παγχάλεπος ἐπέκειτο κλύδων, ἐτόπασεν ἄν τις, αὐτὸν δεδοικότα τὴν δυ ναστείαν τῶν γεγεννηκότων τὴν αἵρεσιν, τῷ καιρῷ τὴν βλασ φημίαν χαρίζεσθαι. Ἐπειδὴ δὲ ὁ βλασφημούμενος ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάττῃ, καὶ ταῖς χειμαζομέναις Ἐκκλη σίαις παρέσχε γαλήνην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ τῶν ἀποστόλων καταγγέλλεται κήρυγμα, ποίαν ἔχει χώραν ἡ βλασφημία; Ἀλλὰ γὰρ οὐδὲ οἱ τὴν μίαν φύσιν σαρκὸς καὶ θεότητος τοῖς ἐκκλησιαστικοῖς νῦν κακῶς κατασπείραντες δόγμασιν ἀπηγόρευσαν τὸν Δεσπότην ὑμνεῖσθαι Χριστόν· καὶ ῥᾴδιον αὐτὸ τοῦτο μαθεῖν παρὰ τῶν ἐκεῖθεν ἐπανεληλυθότων. Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθά περ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀλη θείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θειοτάτου Παύλου Κορινθίοις μὲν ἐπιστέλλον τος, τὴν δὲ οἰκουμένην διδάσκοντος ὅτι Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ τὸν αὐτὸν καὶ Χριστόν, καὶ Ἰησοῦν, καὶ Κύριον, καὶ τῶν ὅλων Δημιουργὸν ὀνομάζον τος. Καὶ Θεσσαλονικεῦσι δὲ γράφων οὕτως ἔφη· Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τούτους Ἐπιστολῇ καὶ προτέταχε τὸν Χριστὸν τοῦ Πατρός, οὐ τὴν τάξιν ἀνατρέπων, ἀλλὰ διδάσκων, ὡς ἡ τάξις τῶν ὀνομάτων οὐκ ἀξιωμάτων καὶ φύσεων διδάσ κει διαφοράν. Λέγει δὲ οὕτως· Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Ἐν δέ γε τῷ τέλει τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς, τινὰ παραινέσας ἐπεισήγαγεν· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελ φοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος. Εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Υἱὸν ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν αὐτὸν προέταξε τοῦ παν αγίου Πνεύματος. Κορινθίοις δὲ γράφων, ἐν αὐτῷ γε τῷ προοιμίῳ, μόνου τοῦ Χριστοῦ τὸ ὄνομα τέθεικεν, ὡς ἀρκοῦν καὶ μόνον τοὺς πιστεύοντας καταιδέσαι· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες. Καὶ δὶς δὲ αὐτοῖς ἐπιστείλας, τοῦτο τοῖς γράμμασιν ἐντέθεικε τέλος· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν. Καὶ προτέ θεικεν ἐνταῦθα οὐ μόνον τοῦ Πνεύματος, ἀλλὰ καὶ αὐτοῦ τοῦ Πατρός, τὴν τοῦ Χριστοῦ προσηγορίαν. Τοῦτο δὲ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῆς μυστικῆς ἐστι λειτουργίας προοίμιον. Προσήκει τοίνυν κατὰ τὸν θαυμάσιον τοῦτον νόμον, καὶ ἐκ τῶν μυστικῶν ἀπολειφθῆναι γραμμάτων τὸ σεπτότατον ὄνομα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν. Ἕκαστον γὰρ Ἐπιστολῆς προοίμιον ὁ θεῖος Ἀπόστολος τῇδε τῇ προσηγορίᾳ λαμπρύνει, νῦν μὲν λέγων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπό στολος, νῦν δέ· Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ· καί· Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ. Καὶ τῷ προοιμίῳ τὴν εὐλογίαν συνάπτων, ἐκ ταύτης ταύτην ἀρύεται τῆς πηγῆς, καὶ τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν συζεύγνυσι λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Καὶ τῶν Ἐπιστολῶν δὲ τὰ τέλη τῇδε τῇ εὐλογίᾳ διακοσμεῖ· Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Καὶ ἑτέρας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας, δι' ὧν καταμαθεῖν εὐπετές, ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἄλλο πρόσωπόν ἐστι παρὰ τὸν Υἱὸν τῆς Τριάδος πληρωτικόν. Ὁ γὰρ αὐτὸς πρὸ μὲν τῶν αἰώνων Υἱὸς ἦν μονογενὴς καὶ Θεὸς Λόγος, μετὰ δὲ τὴν ἐνανθρώπησιν ὠνομάσθη καὶ Ἰησοῦς καὶ Χριστός, ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας δεξάμενος. Ἰησοῦς μὲν γὰρ Σωτὴρ ἑρμηνεύεται· Καλέσεις γὰρ τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. Χριστὸς δὲ κέκληται, ὡς κατὰ τὸ ἀνθρώπειον τῷ Πνεύματι τῷ παναγίῳ χρισθείς, καὶ χρηματίσας ἀρχιερεὺς ἡμῶν, καὶ ἀπόστολος, καὶ προφήτης, καὶ βασιλεύς. Μωϋσῆς μὲν γὰρ ὁ θεσπέσιος βοᾷ πόρρωθεν· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Ὁ δὲ θεῖος Δαβὶδ κέκραγεν λέγων· Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Βεβαιοῖ δὲ τὴν προφητείαν ὁ θεῖος Ἀπόστολος καὶ πάλιν· Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Ὅτι δὲ καὶ βασιλεύς ἐστι προαιώνιος ὡς Θεός, ἡ προφητικὴ πάλιν ἡμᾶς μελῳδία διδάσκει· Ὁ θρόνος σου γάρ, φησίν, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ὑποδείκνυσι δὲ ἡμῖν καὶ τὸ ἀνθρώπειον αὐτοῦ κράτος. Ἔχων γὰρ τῶν ὅλων τὴν δεσποτείαν ὡς Θεὸς καὶ δημιουργός, λαμβάνει ταύτην ὡς ἄνθρωπος. Οὗ δὴ χάριν ἐπήγαγεν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ ἐν τῷ δευτέρῳ γέ φησιν ψαλμῷ αὐτὸς ὁ χρισθείς· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ταῦτα δὲ ὡς ἄνθρωπος εἴρηκεν. Ὡς γὰρ ἄνθρωπος λαμβάνει ἅπερ ἔχει ὡς Θεός. Καὶ ἐν αὐτῷ γε τῷ τοῦ ψαλμοῦ προοιμίῳ τῷ Θεῷ καὶ Πατρὶ συνέταξεν αὐτὸν ἡ προφητικὴ χάρις. Ἵνα τί γάρ, φησίν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Μηδεὶς τοίνυν ἀνοήτως ἄλλον τινὰ τὸν Χριστὸν νομιζέτω παρὰ τὸν Υἱὸν τὸν μονογενῆ· μηδὲ σοφωτέρους ἑαυτοὺς ὑπο λάβωμεν τῆς τοῦ Πνεύματος χάριτος. Ἀλλ' ἀκούσωμεν τοῦ μεγάλου Πέτρου βοῶντος· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀκούσωμεν τοῦ Δεσπότου Χριστοῦ, τήνδε τὴν ὁμολογίαν κρατύνοντος. Ἐπὶ ταύτῃ γάρ, ἔφη, τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Διά τοι τοῦτο καὶ Παῦλος ὁ πάνσοφος, ὁ τῶν Ἐκκλησιῶν ἄριστος ἀρχιτέκτων, οὐχ ἕτερον, ἀλλὰ τοῦτον αὐτὸν κατέπηξεν τὸν θεμέλιον. Ἐγὼ γάρ, φησίν, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Πῶς τοίνυν ἕτερον ἐπινοοῦσι θεμέλιον, οὐ πηγνύναι θεμέλιον, ἀλλ' ἐποικοδομεῖν τῷ κειμένῳ προστεταγμένοι; Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ τὸν Χριστὸν οἶδε θεμέλιον, καὶ ταύτῃ τῇ προσηγορίᾳ λαμπρύνεται. Καὶ νῦν μέν φησι· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Νῦν δέ· Ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος. Καὶ πάλιν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ μικρὸν πρὸ τούτων· Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς τε κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Καὶ Γαλάταις μὲν ἐπιστέλλων ἔφη· Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Κορινθίοις δὲ γράφων οὐκ εἶπεν, ὅτι Ἡμεῖς μὲν κηρύττομεν τὸν Υἱόν, ἀλλὰ Χριστὸν ἐσταυρωμένον· οὐκ ἐναντία ποιῶν οἷς προσετάχθη, ἀλλὰ τὸν αὐτὸν εἰδὼς καὶ Ἰησοῦν, καὶ Χριστόν, καὶ Κύριον, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον. Τούτου δὴ χάριν καὶ Ῥωμαίοις γράφειν ἀρξάμενος δοῦλον ἑαυτὸν ὠνόμασεν Ἰησοῦ Χριστοῦ. Εἶπε δέ, ἀφωρίσθαι εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, καὶ τὰ ἑξῆς. Καὶ τὸν αὐτὸν ἐκάλεσε καὶ Ἰησοῦν Χριστόν, καὶ υἱὸν τοῦ Δαβὶδ κατὰ σάρκα, καὶ Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν καὶ τῶν ὅλων Δεσπότην. Καὶ μέντοι κἀν τῷ μέσῳ τῆς Ἐπιστολῆς Ἰουδαίων μνημονεύσας, ἐπήγαγεν· Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Καὶ τὸν αὐτὸν κατὰ σάρκα μὲν ἐξ Ἰουδαίων ἔφη κατάγειν τὸ γένος, αἰώνιον δὲ εἶναι Θεόν, καὶ πάντων ὁμοῦ τῶν γενητῶν Δεσπότην παρὰ τῶν εὐγνωμόνων ὑμνούμενον. Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσήνεγκεν καὶ δι' ὧν τῷ θαυμασίῳ γέγραφε Τίτῳ. Προσδεχόμενοι γάρ, φησί, τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφανείαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τὸν αὐτὸν καὶ Σωτῆρα, καὶ μέγαν θεόν, καὶ Ἰησοῦν Χριστὸν προσηγόρευσε. Καὶ ἀλλαχοῦ· Ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Καὶ μέντοι καὶ τοῖς ποιμέσιν ὁ τῶν ἀγγέλων ἔφη χορός· Ἰδοὺ τίκτεται ὑμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει Δαβίδ. Ἀλλὰ γὰρ παρέλκον πάσας τὰς τοιαύτας συλλέγειν μαρτυρίας ἀνδράσι γράφοντα τοῖς μελετῶσιν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός· ἀποχρῶσί τε αὗται πεῖσαι καὶ τοὺς ἄγαν δυσπειθεστάτους τὰς θείας μὴ μερίζειν προσηγορίας. Ἐκεῖνο μέντοι παραλιπεῖν οὐκ ἀνέξομαι. Φασὶ γὰρ αὐτὸν εἰρηκέναι, χριστοὺς μὲν εἶναι πολλούς, Υἱὸν δὲ ἕνα. Τοῦτο δὲ ἐξ ἀγνοίας αὐτὸν ὑπείληφα πλημμελεῖν. Εἰ γὰρ τὴν θείαν ἀνέγνω Γραφήν, ἐγνώκει ἂν ὡς καὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν πολλοῖς ὁ μεγαλόδωρος Δεσπότης δεδώρηται. Μωϋσῆς μὲν γὰρ ὁ νομοθέτης, ὁ τὴν παλαιὰν ἱστορίαν συγγράψας, φησίν· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον αὑτοῖς ἐξ αὐτῶν γυναῖκας. Αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς πρὸς τοῦτον ἔφη τὸν προφήτην· Εἰπὲ πρὸς Φαραώ· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Κἀν τῇ Ὠδῇ δὲ τῇ μεγάλῃ· Εὐφράνθητε, φησίν, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ. Διὰ δὲ Ἡσαίου τοῦ προφήτου φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ διὰ τοῦ τρισμακαρίου Δαβίδ· Ἐγώ, φησίν, εἶπα· θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ὁ δὲ πάνσοφος Παῦλος Ῥωμαίοις μὲν γέγραφεν οὕτως· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Γαλάταις δὲ ἐπιστέλλων οὕτως ἔφη· Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. Ταῦτα δὲ καὶ Ἐφεσίους ἐδίδαξεν· Ἐν ἀγάπῃ γάρ, φησί, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Εἰ τοίνυν, ἐπεὶ κοινόν ἐστι τὸ ὄνομα τοῦ Χριστοῦ, δοξάζειν οὐ δεῖ τὸν Χριστὸν ὡς Θεόν, μηδὲ ὡς Υἱὸν αὐτὸν προσκυνήσομεν· πολλοὶ γὰρ καὶ τοῦδε μετέλαχον τοῦ ὀνόματος. Καὶ τί λέγω τοῦ Υἱοῦ; αὐτὴν γὰρ τὴν Θεὸς προσηγορίαν πολλοὶ μὲν ἔλαβον τοῦ Θεοῦ δεδωκότος. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καί· Ἐγὼ εἶπα· θεοί ἐστε. Καί· Θεοὺς οὐ κακολογήσεις. Πολλοὶ δὲ καὶ ἁρπάσαντες τήνδε τὴν κλῆσιν ἐσχήκασιν. Οἱ γὰρ τοὺς ἀνθρώπους ἐξαπατήσαντες δαίμονες τοῖς εἰδώλοις τήνδε τὴν προσηγορίαν ἐπέθεσαν. Οὗ δὴ χάριν Ἰερεμίας βοᾷ· Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ προσώπου τοῦ οὐρανοῦ. Καὶ πάλιν· Ἐποίησαν ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς. Καὶ ὁ Ἡσαΐας κωμῳδήσας τὴν τῶν εἰδώλων κατασκευήν, εἰρηκὼς ὅτι Τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον φῶς, καὶ ἐπήγαγε· Τὸ δὲ λοιπὸν ἔγλυψεν ὡς Θεόν, καὶ προσκυνεῖ αὐτῷ λέγων· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. Οὗ δὴ χάριν αὐτοὺς ὀδυρόμενος λέγει· Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν· Καὶ ὁ μελοποιὸς δὲ Δαβὶδ ψάλλειν ἡμᾶς ἐδίδαξεν· Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἀλλὰ τὸ τῶν ὀνομάτων ὁμώνυμον οὐδὲν τοῖς εὐσεβεῖν ἐπισταμένοις λυμαίνεται. Ἴσμεν γὰρ ὡς οἱ δαίμονες ψευδῶς σφίσιν τε αὐτοῖς καὶ τοῖς εἰδώλοις τὴν θείαν προσηγορίαν ἐπέθεσαν. Οἱ δὲ ἅγιοι χάριτι ταύτην ἐδέξαντο τὴν τιμήν· ἀληθῶς δὲ καὶ φύσει Θεὸς ὁ τῶν ὅλων Θεός, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον Πνεῦμα. Καὶ τοῦτο σαφῶς ὁ πανεύφημος ἐδίδαξεν ἡμᾶς Παῦλος. Φησὶ δὲ οὕτως· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἶς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ Πνεῦμα δὲ Θεοῦ τὸ πανάγιον καλεῖται Πνεῦμα· ἀλλὰ καὶ ἡ τοῦ ἀνθρώπου ψυχή. Ἐξελεύσεται γάρ, φησί, τὸ Πνεῦμα αὐτοῦ. Καί· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον. Καὶ τοὺς ἀγγέλους δὲ πνεύματα προσηγόρευσεν ὁ ὑμνοποιὸς Δαβίδ. Ὁ ποιῶν γάρ, φησί, τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα. Καὶ τί λέγω τοὺς ἀγγέλους καὶ τὰς τῶν ἀνθρώπων ψυχάς; Καὶ γὰρ τοὺς δαίμονας οὕτως ὁ Δεσπό- της ὠνόμασε. Παραλήψεται γάρ, φησίν, ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελεύσεται εἰς αὐτόν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Ἀλλ' οὐδὲ ἡ ὁμωνυμία τὸν εὐσεβῆ λωβᾶται. Εἷς γὰρ φύσει Θεὸς ὁ Πατήρ, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον αὐτοῦ Πνεῦμα· καὶ εἷς φύσει Υἱός, τοῦ Θεοῦ μονογενής, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ ἓν Πνεῦμα ἅγιον ὃ Παράκλητος, ὃς πληροῖ τῆς Τριάδος τὸν ἀριθμόν. Οὕτω πολλῶν ὀνομαζομένων πατέρων ἕνα προσκυνοῦμεν Πατέρα, τὸν πρὸ τῶν αἰώνων Πατέρα, τὸν καὶ ταύτην τοῖς ἀνθρώποις τὴν ἐπίκλησιν δεδωκότα, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Κάμπτω γάρ, φησί, τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Μὴ τοίνυν τῷ ἄλλους ὀνομάζεσθαι χριστοὺς ἀποστερήσωμεν ἑαυτοὺς τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνήσεως. Ὡς γὰρ πολλῶν ὠνομασμένων θεῶν τε καὶ πατέρων, εἷς ἐστιν ὁ ἐπὶ πάντων Θεὸς καὶ πρὸ αἰώνων Πατήρ, καὶ πολλῶν κεκλημένων υἱῶν, εἷς ὁ ἀληθινὸς καὶ φύσει Υἱός, καὶ πολλῶν προσηγορευμένων πνευμάτων, ἕν ἐστι τὸ πανάγιον Πνεῦμα, οὕτω πολλῶν κληθέντων χριστῶν, εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Μάλα δὲ εἰκότως ἡ Ἐκκλησία τοῦδε ἐξήρτηται τοῦ ὀνόματος. Ἤκουσε γὰρ τοῦ νυμφοστόλου Παύλου βοῶντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ πάλιν· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, ὡς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Καὶ αὖθις εἰπών· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ἐπήγαγε· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Ἄκουσον αὐτοῦ λέγοντος· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Καὶ ἑτέρωθι· Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε· Καὶ ἀλλαχοῦ· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ πάλιν· Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ταῦτα καὶ τὰ τούτοις προσόμοια μεμαθηκότες οἱ τῶν θείων δωρεῶν τετυχηκότες, ἔρωτι τοῦ φιλοδώρου Δεσπότου, καὶ τὴν τριπόθητον αὐτοῦ προσηγορίαν ἐν τῷ στόματι περιφέρουσι, καὶ τὰ τοῦ Ἄσματος τῶν ᾀσμάτων βοῶσιν· Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Πρὸς δὲ τούτοις καὶ τὴν ἐπέραστον προσηγορίαν ἣν ἔχομεν ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας ἐλάβομεν. Χριστιανοὶ γὰρ ὀνομαζόμεθα. Περὶ τούτου τοῦ ὀνόματος προαγορεύων ὁ τῶν ὅλων ἔφη Θεός· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Τούτου δὴ χάριν διαφερόντως ἡ Ἐκκλησία τῆσδε τῆς προσηγορίας ἐξήρτηται. Ὅτε γὰρ ἐνανθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, τότε Χριστὸς ὠνομάσθη, τότε τῶν ἀνθρώπων ἡ φύσις τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἐδέξατο, τότε τῆς ἀληθείας οἱ κήρυκες τὴν οἰκουμένην κατηύγασαν. Οἱ μέντοι τῆς Ἐκκλη- σίας διδάσκαλοι ἀδιαφόρως ἀεὶ ταῖς τοῦ Μονογενοῦς προσηγορίαις ἐχρήσαντο. Ποτὲ μὲν γὰρ δοξάζουσι τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα· ποτὲ δὲ τὸν Πατέρα σὺν τῷ Χριστῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀλλ' ὅμως οὐδεμίαν ἔχει κατὰ τὴν διάνοιαν τοῦτο πρὸς ἐκεῖνο διαφοράν. Διά τοι τοῦτο τοῦ Κυρίου προστεταχότος βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὁ τρισμακάριος Πέτρος τοῖς τὸ κήρυγμα δεδεγμένοις, ἐρομένοις τί χρὴ ποιῆσαι· Πιστεύσατε, ἔφη, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὡς ταυτησὶ τῆς προσηγορίας πᾶσαν ἐχούσης τοῦ θείου κηρύγματος τὴν δύναμιν. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μέγας Βασίλειος, ὁ τῆς Καππαδοκῶν, μᾶλλον δὲ τῆς οἰκουμένης φωστήρ· ἔφη δὲ οὕτως· Ἡ γὰρ τοῦ Χριστοῦ προσηγορία τοῦ παντός ἐστιν ὁμολογία. Δηλοῖ γὰρ τὸν Πατέρα τὸν χρίσαντα, τὸν Υἱὸν τὸν χρισθέντα, τὸ Πνεῦμα τὸ ἅγιον ᾧ ἐχρίσθη. Καὶ οἱ ἐν Νικαίᾳ δὲ συνεληλυθότες τρισμακάριοι Πατέρες, εἰπόντες χρῆναι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα, ἐπήγαγον· Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ· διδάσκοντες ὡς ὁ Κύριος Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Χρὴ δὲ κἀκεῖνο προσθεῖναι τοῖς εἰρημένοις, ὡς οὐ χρὴ λέγειν· μετὰ τὴν ἀνάληψιν οὐκ ἔστι Χριστὸς ὁ Δεσπότης Χριστός, ἀλλὰ Υἱὸς μονογενής. Μετὰ γὰρ δὴ τὴν ἀνάληψιν καὶ τὰ θεῖα Εὐαγγέλια συνεγράφη, καὶ ἡ τῶν πράξεων ἱστορία, καὶ αἱ τοῦ Ἀποστόλου Ἐπιστολαί. Μετὰ τὴν ἀνάληψιν ὁ θεῖος βοᾷ Παῦλος· Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν Χριστόν, τὸν Κύριον ἡμῶν, κρατῶμεν τῆς ὁμολογίας. Καὶ πάλιν· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Καὶ αὖθις περὶ τῆς εἰς τὸν Θεὸν ἐλπίδος εἰπών τινα ἐπήγαγεν· Ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενό- μενος εἰς τὸν αἰῶνα. Καὶ τῷ μακαρίῳ δὲ Τίτῳ περὶ τῆς δευτέρας γράφων ἐπιφανείας, οὕτως εἶπε· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ Θεσσαλονικεῦσι δὲ τὰ παραπλήσια γέγραφεν· Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ πά- λιν· Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Καὶ αὖθις δὲ τοῖς αὐτοῖς ἐπιστείλας καὶ ταῦτα τέθεικεν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν. Καὶ μετ' ὀλίγα δέ, τοῦ Ἀντιχρίστου τὸν ὄλεθρον προθεσπίζων, ἐπήγαγεν· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ. Καὶ Ῥωμαίους δὲ εἰς ὁμόνοιαν προτρέψας καὶ ταῦτα προστέθεικε· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Καὶ αὐτὸς δὲ ὁ Κύριος, τὴν δευτέραν αὑτοῦ παρουσίαν προαγορεύων, πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα εἴρηκε· Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται εἰς δυσμάς, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Καὶ μετὰ τὴν τοῦ σώματος ἀθανασίαν καὶ ἀφ θαρσίαν, Υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν, ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάσας. Αὕτη γὰρ καὶ τότε φανήσεται. Ἡ γὰρ θεία φύσις καὶ ἀγγέλοις ἀόρατος. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. Καὶ τῷ μεγάλῳ Μωϋσεῖ ἔφη· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Τὸ γάρ· Οὐδένα οἴδαμεν κατὰ σάρκα, εἰ δὲ καὶ ἐγνώκαμεν Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· οὐκ εἰς ἀναίρεσιν τῆς ληφθείσης φύσεως ὁ θεῖος εἶπεν Ἀπόστολος, ἀλλ' εἰς βεβαίωσιν τῆς ἐσομένης ἡμῖν ἀφθαρσίας τε καὶ ἀθανασίας, καὶ πνευματικῆς ζωῆς. Οὗ δὴ χάριν ἐπήγαγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ ἐσόμενα ὡς γεγενημένα εἴρηκεν. Οὐδέπω γὰρ τῆς ἀθανασίας ἐτύχομεν, τευξόμεθα δέ, καὶ τυχόντες οὐκ ἀσώματοι γενησόμεθα, ἀλλ' ἀθανασίαν ἐνδυσόμεθα. Οὐ θέλομεν γάρ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Καὶ πάλιν· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Οὕτω τοίνυν τὸν Κύριον οὐκ ἀσώματον εἴρηκεν, ἀλλ' ἄφθαρτον εἶναι καὶ τὴν ὁρωμένην φύσιν, καὶ ἀθάνατον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένην πιστεύειν ἐδίδαξε. Τοῦτο γὰρ ἐν τῇ πρὸς Φιλιππησίους σαφέστερον ἡμᾶς ἐξεπαίδευσεν. Ἡμῶν γάρ, ἔφη, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Ἐναργῶς δὲ διὰ τούτων ἐδίδαξεν, ὅτι σῶμα μὲν ἔστι τὸ Δεσποτικὸν σῶμα, θεῖον δὲ σῶμα, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Μὴ τοίνυν φύγωμεν προσηγορίαν δι' ἧς ἀπελαύσαμεν σωτηρίας, δι' ἧς ἀνεκαινίσθη τὰ πάντα, ὡς αὐτὸς ἔφη ὁ διδάσκαλος Ἐφεσίοις γράφων· Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώ- σασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ. Μάθωμεν δὲ παρὰ τῆς μακαρίας ταυτησὶ γλώττης καὶ ὅπως δεῖ δοξάζειν τὸν εὐεργέτην, τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Χριστοῦ προσηγορίαν προσάπτοντας. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησι· Τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος τε νῦν διά τε Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, καὶ εἰς ὑπ- ακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐφεσίοις δὲ γράφων οὕτως ὕμνησε· Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. Καὶ μικρὸν δὲ τούτων ἔμπροσθεν οὕτως ἔφη· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ μετὰ πλεῖστα· Εὐχαριστοῦμεν, φησί, πάντοτε ὑπὲρ πάντων ὑμῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί. Καὶ μέντοι καὶ τὴν Φιλιππησίων φιλοτιμίαν ταῖς εὐλογίαις ἠμείψατο· Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Ἑβραίοις δὲ οὕτως ἐπηύξατο· Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ τῶν νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Οὐ μόνον δὲ δοξολογῶν, ἀλλὰ καὶ παραγγέλλων, καὶ διαμαρτυρόμενος, συνάπτει τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί. Καὶ τῷ μακαρίῳ Τιμοθέῳ γράφων βοᾷ· Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Ταῦτα παρὰ τῶν θείων ἐδιδάχθημεν ἀποστόλων, ταύτην καὶ Ἰωάννης καὶ Ματθαῖος, τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ μέγιστοι ποταμοί, τὴν διδασκαλίαν ἡμῖν προσήνεγκαν· ὁ μὲν εἰπών· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ· ὁ δὲ τὰ πρὸ τῶν αἰώνων ἐπιδείξας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο.

Intertext edge

Open linked passage

Note