Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
ΑΛΕΞΑΝΔΡΑ. Εἰ μὲν μόνην τοῦ συμβεβηκότος ὑμῖν πάθους ἐλογιζόμην τὴν φύσιν, τῶν ψυχαγωγούντων ἂν ἐδεήθην κἀγώ, οὐ μόνον τῷ τὰ ὑμέτερα οἰκεῖα κρίνειν καὶ τὰ θυμήρη καὶ τὰ ἄλλα ὁποῖά ποτ' ἂν ᾖ, ἀλλὰ καὶ τῷ τὴν θαυμασίαν ἐκείνην καὶ ὄντως ἀξιέπαινον κεφαλὴν διαφερόντως ἠγαπηκέναι. Ἐπειδὴ δὲ ὅρος αὐτὸν θεῖος ἐνθένδε μετέστησε καὶ εἰς τὴν ἀμείνω μετέ θηκε βιοτήν, καὶ ἐκ τῆς ἐμαυτοῦ ψυχῆς ἀποσκεδάννυμι τῆς ἀθυμίας τὸ νέφος καὶ τὴν σὴν παρακαλῶ σεμνοπρέπειαν νικῆ σαι τῆς ἀθυμίας τὸ πάθος τῷ λογισμῷ καὶ εἰς καιρὸν προσ ενεγκεῖν τῇ ψυχῇ τῶν θείων λόγων τὴν ἐπῳδήν· τούτου γὰρ δὴ χάριν εὐθὺς ἐκ σπαργάνων οἷόν τινα θηλὴν ἕλκομεν τῆς ἱερᾶς Γραφῆς τὴν μέλιτταν, ἵν' ὅταν ἡμῖν προσπέσῃ πάθος προσ ενέγκωμεν ἀλεξίκακον φάρμακον τὴν διδασκαλίαν τοῦ Πνεύμα τος. Οἴδαμεν δὲ ὡς παγχάλεπον καὶ λίαν ἐστὶν ἀλγεινόν, ἀξιεράστου τινὸς ἐν πείρᾳ γεγενημένον ἔρημον ἐξαπίνης τοῦ ποθουμένου γενέσθαι, καὶ ἐν εὐκληρίᾳ γενόμενον δυσκληρίᾳ περιπεσεῖν. Ἀλλὰ τοῖς γε νοῦν ἔχουσι καὶ σώφρονι λογισμῷ κεχρημένοις, οὐδὲν τῶν ἀνθρωπίνων ἀδόκητον· οὐδὲν γὰρ τού των σταθερὸν οὐδὲ βέβαιον, οὐ κάλλος, οὐ πλοῦτος, οὐκ εὐεξία σώματος, οὐκ ἀξιώματος ὄγκος· οὐκ ἄλλο τι τῶν παρὰ τοῖς πλείστοις θαυμαζομένων. Οἱ μὲν γὰρ ἐξ ἄκρας εὐπορίας εἰς πενίαν ἐσχάτην μετέπεσον· οἱ δὲ τὴν ὑγίειαν ἀποβαλόντες παντοδαποῖς παλαίουσι πάθεσιν· ἄλλοι περιφανείᾳ σεμνυνό μενοι γένους τὸν βαρύτατον ἕλκουσι τῆς δουλείας ζυγόν. Τῷ δὲ κάλλει τοῦ σώματος καὶ νόσος λωβᾶται καὶ γῆρας λυμαί νεται. Μάλα δὲ σοφῶς τῶν ὅλων ὁ πρύτανις οὐδὲν τούτων εἴασε διαρκὲς οὐδὲ μόνιμον· ἵνα τὰς μεταβολὰς δεδιότες οἱ τούτων τετυχηκότες καταστέλλωσι τὴν ὀφρύν, καὶ τὸν τούτων εὔριπον ἐπιστάμενοι μὴ τοῖς προσκαίροις θαρρῶσιν, ἀλλ' εἰς τὸν τῶν ἀγαθῶν χορηγὸν ἔχωσι τὰς ἐλπίδας. Ταῦτα τὴν σὴν εἰδυῖαν θαυμασιότητα, τὴν ἀνθρωπείαν φύσιν καταμαθεῖν ἀξιῶ· εὑρήσεις γὰρ αὐτὴν θνητὴν οὖσαν καὶ ἐξ ἀρχῆς δεξαμέ νην τοῦ θανάτου τὸν ὅρον. Πρὸς γὰρ τὸν Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Ἀψευδὴς δὲ ὁ τὴν ψῆφον ἐξενεγκών, καὶ μάρτυς ἡ πεῖρα. Μία γὰρ πάν των εἴσοδος εἰς τὸν βίον, κατὰ τὴν θείαν Γραφήν, ἔξ οδός τε ἴση, καὶ πᾶς γεννώμενος προσμένει τὸν τάφον. Καὶ οὐδὲ ἴσον ἅπαντες βιοτεύουσι χρόνον· ἀλλ' οἱ μὲν πρόωροι τελευτῶσιν, οἱ δὲ εἰς ἄνδρας τελέσαντες, οἱ δὲ καὶ τῶν τοῦ γήρως ἀνιαρῶν πειραθέντες· οὕτω καὶ οἱ τοῦ γάμου δεξάμενοι τὸν ζυγὸν διαζεύγνυνται ἀνάγκη γὰρ ἢ τὸν ἄνδρα προαπ ελθεῖν, ἢ τὴν γυναῖκα προτέραν δέξασθαι τοῦ βίου τὸ τέλος. Καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν παστάδα τοὺς θρήνους ἐδέξαντο· οἱ δὲ ὀλίγον συμβιώσαντες χρόνον. Ἀπόχρη τοίνυν καὶ τὸ κοινὸν τοῦ πάθους ἀφορμὴν τῷ λογισμῷ παρασχεῖν εἰς τὸ νικῆσαι τὸ πάθος. Καὶ πρὸς τούτοις τὸ παίδων γενέσθαι πατέρα τὸν ἀπελθόντα, καὶ τούτους προσήβους καταλιπεῖν, καὶ εἰς αὐτὴν ἀνελθεῖν τῶν ἀξιωμάτων τὴν κορυφήν· καὶ ἐν περιφανείᾳ γενόμενον μὴ δοῦναι τῷ φθόνῳ χώραν, ἀλλὰ αὐξῆ σαι τὸ φίλτρον, καὶ καταλιπεῖν κλέος ἐλευθερίας καὶ μισοπο νηρίας καὶ πραότητος καὶ τῆς ἄλλης τῶν ἠθῶν ἀρετῆς, ἱκανὰ ταῦτα ψυχαγωγῆσαι καὶ τοὺς λίαν τῇ λύπῃ δεδουλω μένους. Ἂν δὲ δὴ καὶ τὰς θείας ἐπαγγελίας εἰς νοῦν λάβωμεν καὶ τὰς τῶν Χριστιανῶν ἐλπίδας, τὴν ἀνάστασιν λέγω, καὶ τὴν αἰώνιον ζωήν, καὶ τὴν ἐν βασιλείᾳ διαγωγήν, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, τίς λοιπὸν καταλειφθήσεται πρόφασις ἀθυμίας; μάλιστα τοῦ Ἀποστόλου διαρρήδην βοῶντος· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐγὼ δὲ οἶδα καὶ πολλοὺς τῶν οὐκ ἐχόντων ἐλπίδα λογισμῷ μόνον περιγενομένους τοῦ πάθους. Τῶν δὲ λίαν ἀτοπωτάτων, τοὺς ἐπὶ τοιαύτης ὀχου μένους ἐλπίδος χείρους εὑρεθῆναι τῶν οὐκ ἐχόντων ἐλπίδα. Ἀποδημίαν τοίνυν παρακαλῶ μακρὰν τὴν τελευτὴν λάβωμεν, καὶ ὥσπερ εἰώθαμεν ἀποδημοῦντος αὐτοῦ λυπεῖσθαι μέν, προσ μένειν δὲ τὴν ἐπάνοδον, οὕτω καὶ νῦν μετρίως μὲν ὁ χωρισμὸς ἀνιάτω– τῇ φύσει γὰρ σύμμετρα παραινῶ– μὴ ὡς νεκρὸν δὲ θρηνῶμεν, ἀλλ' αὐτῷ μὲν συνησθῶμεν τῆς ἐκδημίας, καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς ὅτι τῶν ἀμφιβόλων ἠλευθερώθη πραγμά των καὶ οὐδεμίαν δέδιε μεταβολήν, οὐ ψυχικήν, οὐ σωματι κήν, οὐ τῶν περὶ τὸ σῶμα, ἀλλ' ἔξω τῶν ἀγώνων γενόμενος τὰ βραβεῖα περιμένει. Ὀρφανία δὲ καὶ χηρεία μὴ λίαν ὑμᾶς ἀνιάτω· μείζονα γὰρ ἔχομεν κηδεμόνα, ὃς καὶ τοῖς ἄλλοις νομοθετεῖ ὀρφανῶν καὶ χηρῶν πολλὴν ποιεῖσθαι φροντίδα· καὶ περὶ αὐτοῦ φησιν ὁ θεῖος Δαβίδ· Ὀρφανὸν καὶ χῆραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Αὐτῷ τοὺς ἡμετέρους ἐγχειρίσωμεν οἵακας καὶ τῆς παντοδαπῆς προμηθείας τευξόμεθα. Ἔσται γὰρ ἡμῖν παντὸς ἀνδρὸς κηδε μονικώτερος· αὐτοῦ γάρ ἐστι φωνή· Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ τοῦ ταῦτα ποιῆσαι, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, εἶπεν ὁ Ἅγιος. Οἰκειότερος γὰρ ἡμῖν ἐστι καὶ πατρὸς καὶ μητρός· αὐτὸς γὰρ ἡμῶν ἐστι ποιητὴς καὶ δημιουργός. Οὐ γὰρ γάμος ποιεῖ πατέρας, ἀλλ' αὐτοῦ νεύοντος γίνονται οἱ πατέρες πατέρες. Ταῦτα γράψαι νῦν ἠναγκάσθην, ἐπειδή με δραμεῖν πρὸς ὑμᾶς οὐκ ἐᾷ τὰ δεσμά. Ἀρκεῖ δὲ καὶ μόνος ὁ θεοφιλέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, πᾶσαν τῇ πιστοτάτῃ σου ψυχῇ παραψυχὴν πραγματεύσασθαι καὶ λόγῳ καὶ ἔργῳ καὶ θέᾳ καὶ κοινωνίᾳ φροντίδων καὶ τῇ πνευματικῇ αὐτοῦ καὶ θεοσδότῳ σοφίᾳ, δι' ἧς κατευνασθήσεσθαι πιστεύω τῆς ἀθυμίας τὴν ζάλην.