Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
ΣΙΛΒΑΝΩ ΠΡΩΤΕΥΟΝΤΙ. Οἶδα μὲν ὑστερήσας καὶ περὶ τοὺς παραμυθητικοὺς μελλή σας λόγους· ἀλλ' οὐχὶ δίχα λογισμοῦ τοῦτο δέδρακα· ἐνδοῦναι γὰρ τῷ πάθει σφοδρῷ ὄντι προὔργου νενόμικα. Οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ σοφώτατοι ἐν τῇ τῶν πυρετῶν ἀκμῇ τὰ ἀλεξίκακα προσφέρουσι φάρμακα· ἀλλ' εἰς καιρὸν τὴν ἀπὸ τῆς τέχνης βοήθειαν συνεισφέρουσι. Διά τοι τοῦτο κἀγὼ τὰς ὀλίγας ταύ τας ἡμέρας ἐνδέδωκα, λογισάμενος τὴν τῆς ὀδύνης ὑπερβολήν. Εἰ γὰρ ἡμᾶς οὕτως ἄγαν ἠνίασεν ἡ φήμη καὶ παμπόλλης ἀθυ μίας ἐνέπλησε, τί οὐκ ἂν ἔπαθεν ἀνὴρ τὸν αὐτὸν ζυγὸν ἕλκων καὶ εἰς μίαν σαρκός, κατὰ τὴν θείαν Γραφήν, συνάφειαν ἁρμοσθείς, τῆς καὶ χρόνῳ καὶ πόθῳ γεγενημένης συναφείας βίᾳ διασπασθείσης; Ἀλλ' ἐκείνην μὲν τὴν ὀδύνην ἡ φύσις εἰργάσατο, τὴν δὲ παραψυχὴν ὁ λογισμὸς μηχανάσθω, τό τε τῆς φύσεως ἐπίκηρον ἐνθυμούμενος καὶ τοῦ πάθους τὸ κοινὸν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τοῦ σοφῶς τὰ καθ' ἡμᾶς οἰκονομοῦντος τὸ βούλημα. Στέργειν γὰρ χρὴ τὰ παρὰ τῆς ἀρρήτου σοφίας πρυτανευόμενα καὶ ταῦτα πάντως νομίζειν συμφέροντα· οἱ γὰρ τοῖς εὐσεβέσι τούτοις χρώμενοι λογισμοῖς, καὶ τῆς εὐσεβείας κομιοῦνται τὰς ἀντιδόσεις καὶ θυμηρέστε ρον βιοτεύσουσι, τῆς τῶν θρήνων ἀμετρίας ἀπαλλαγέντες. Οἱ δὲ τῷ πάθει δουλωθέντες, οὐδὲν μὲν κερδανοῦσιν ὀλοφυρόμε νοι, ἀνιαρῶς δὲ βιώσονται καὶ παροξυνοῦσι τῶν ὅλων τὸν κηδεμόνα. Δεξάσθω τοίνυν ἡ μεγαλοπρέπειά σου παραίνεσιν πατρικήν, καὶ τὴν θαυμασίαν ἐκείνην εἰπάτω φωνήν· Ὁ Κύ ριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδο ξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλο γημένον εἰς τοὺς αἰῶνας.