Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Οὐκ ἔστιν, ὡς ἔοικεν, οὐδὲν προσδοκῆσαι χρηστόν. Οὐ γὰρ μόνον οὐκ ἐλώφησεν, ἀλλὰ καὶ καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν κορυφοῦται τῆς Ἐκκλησίας ἡ ζάλη. Ἧκον δὲ καὶ οἱ τὴν σύνοδον συγκαλοῦντες, καὶ ἀπέδωκαν ἄλλοις τέ τισι τῶν μητροπολιτῶν, καὶ τῷ ἡμετέρῳ, τὰ τῆς κλήσεως γράμματα. Ἀπέστειλα δὲ καὶ τῶν γραμμάτων τὸ ἴσον τῇ σῇ ὁσιότητι, ἵνα γνῷς, δέσποτα, ὡς κατὰ τὸν ποιητικὸν λόγον, κακὸν κακῷ ἐστήρικται, καὶ δεῖ μόνης ἡμῖν τῆς Δεσποτικῆς ἀγαθότητος, ἵνα παύσῃ τὸν κλύδωνα. Ῥᾴδιον μὲν γὰρ αὐτῷ καὶ τοῦτο, ἀλλ' ἡμεῖς τῆς γαλήνης ἀνάξιοι. Ἀρκεῖ δὲ ἡμῖν τῆς ὑπομονῆς ἡ χάρις, ὡς ἂν διὰ ταύτης κρείττους τῶν πολεμούντων γενοί μεθα. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδαξεν ἡμᾶς ἐξαι τεῖν. Ποιήσει γὰρ, φησί, σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Τὴν δὲ σὴν φιλο θείαν παρακαλῶ ἐπιστομίζειν τοὺς μωμοσκόπους καὶ πείθειν ὡς οὐ χρὴ τοὺς ἔξω τῶν βελῶν, τὸ δὴ λεγόμενον, ὄντας σκώ πτειν τοὺς παραταττομένους, καὶ βαλλομένους καὶ βάλλον τας. Τί γὰρ διαφέρει τῷ τοιῷδε ὅπλῳ ἢ τοιῷδε τὸν ἀγωνιζό μενον χρήσασθαι καὶ καταβαλεῖν τὸν ἀντίπαλον; οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ παντευχίᾳ χρησάμενος κατήνεγκε τῶν ἀλλοφύ λων τὸν πρόμαχον. Ὁ δὲ Σαμψὼν ὄνου σιαγόνι χρησάμενος χιλίους κατὰ ταὐτὸν κατηκόντισε. Καὶ οὐδεὶς ἐπιμέμφεται τῇ νίκῃ οὐδὲ δειλίαν τοῦ ἀριστέως κατηγορεῖ, ὅτι μὴ δόρυ κινῶν καὶ τὴν ἀσπίδα προβαλλόμενος καὶ πολλὰ ἀκοντίζων ἢ τόξα τείνων τοὺς ἀντιπάλους νενίκηκεν. Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ' ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα. Τί γὰρ διαφέρει ἀνθρωποτόκον ὁμοῦ καὶ Θεοτόκον ὀνομάσαι τὴν ἁγίαν Παρθένον, ἢ καλέσαι αὐτὴν τοῦ τεχθέντος μητέρα καὶ δούλην, καὶ ἐπαγαγεῖν ὅτι μήτηρ μέν ἐστιν ὡς ἀνθρώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δούλη δὲ ὡς Θεοῦ, καὶ τὸ μὲν πρόφασιν συκοφαντίας παρέχον σιγῆ σαι, τὴν αὐτὴν δὲ φάναι διάνοιαν, ἑτέρᾳ κεχρημένον προσ ηγορίᾳ; Πρὸς δὲ τούτοις κἀκεῖνο χρὴ συνιδεῖν, ὡς τὸ μὲν κοι νόν ἐστιν ὄνομα, τὸ δὲ ἴδιον τῆς Παρθένου· καὶ ὅτι περὶ τούτου πᾶσα ἡ διαμάχη γεγένηται, ὡς οὐκ ὤφελεν. Καὶ οἱ πλεῖστοι δὲ τῶν ἀρχαίων Πατέρων τὴν ἐντιμοτέραν ἐπέθεσαν τῇ Παρθένῳ προσηγορίαν· τοῦτο δὲ καὶ ἡ σὴ πεποίηκε θεοσέ βεια καὶ ἐν δύο καὶ ἐν τρισὶ λόγοις. Ἔχω δὲ τούτων ἐνίους, τῆς σῆς μοι πεμψάσης φιλοθεΐας· καὶ τῷ Θεοτόκος τὸ ἀν θρωποτόκος οὐ παρέζευξας, δέσποτα, ἑτέροις δὲ ὀνόμασι τὴν τούτου διάνοιαν παρεδήλωσας. Ἐπειδὴ δὲ ἐπιμέμφεσθέ μοι καὶ ὡς τοὺς ἁγίους καὶ μακα ρίους καταλελοιπότι Πατέρας Διόδωρον καὶ Θεόδωρον ἐν τῷ καταλόγῳ τῶν διδασκάλων, ἀναγκαῖον ἡγησάμην καὶ περὶ τού του βραχέα διεξελθεῖν. Πρῶτον μὲν γάρ, ὦ φίλη μοι κεφαλή, πολλοὺς καὶ ἄλλους περιφανεῖς ἄνδρας καὶ λαμπροὺς ἄγαν γεγενημένους. Ἔπειτα δὲ κἀκεῖνο χρὴ συνιδεῖν, ὡς τὸν κατη γορούμενον ἀναμφισβητήτους μάρτυρας προσήκει παράγειν, οἷς οὐδὲ τῶν κατηγόρων τις ἐπιμέμψασθαι δύναται. Εἰ δὲ τοὺς παρὰ τῶν διωκόντων κατηγορουμένους ὁ διωκόμενος εἰς μαρτυρίαν καλέσοι, οὐδὲ αὐτὸς ἂν ὁ δικάζων ἀνάσχοιτο δέ ξασθαι. Εἰ μὲν γὰρ ἔπαινον Πατέρων συγγράφων τούσδε τοὺς ἁγίους παρέλιπον, ἠδίκησα ἄν, ὁμολογῶ, καὶ περὶ τοὺς διδασ κάλους ἀχάριστος ἐγενόμην. Εἰ δὲ κατηγορούμενος ἀπολογίαν προσήνεγκα καὶ τοὺς ἀναμφισβητήτους παρήγαγον μάρτυρας, τί μάτην οἱ τούτων οὐδὲν ἰδεῖν ἐθέλοντες ἐπιμέμφονται; Ὅπως δὲ σέβω τοὺς ἄνδρας, μάρτυς ἡ παρ' ἡμῶν ὑπὲρ αὐτῶν συγγραφεῖσα βίβλος, ἐν ᾗ τὴν κατ' αὐτῶν γεγενημένην γραφὴν διελύσαμεν, οὐ δείσαντες τῶν κατηγόρων τὴν δυναστείαν οὐδὲ τὰς καθ' ἡμῶν γενομένας ἐπιβουλάς. Ἄλλην τοίνυν ἐχέτω σαν τερθρείας ἀφορμὴν οἱ τὴν ἀδολεσχίαν ἀσπαζόμενοι. Ἐμοὶ σκοπὸς οὐ πρὸς χάριν τοῦ δεῖνος καὶ τοῦ δεῖνος πάντα λέγειν καὶ πράττειν· ἀλλὰ τήν τε τοῦ Θεοῦ Ἐκκλησίαν οἰκοδομεῖν καὶ τῷ ταύτης ἀρέσκειν νυμφίῳ τε καὶ Δεσπότῃ. Ὅτι γὰρ οὐ σωματικῆς ἕνεκα θεραπείας οὐδὲ τῆς πολυφρόντιδος τιμῆς ἀντεχόμενος, ἣν δύστηνον ὀνομάζειν ὀκνῶ, ταῦτα ποιῶ, μαρτυ ρεῖ μοι τὸ συνειδός. Πάλαι γὰρ ἂν αὐτόματος ἀπέστην, εἰ μὴ τὸ θεῖον ἐδεδίειν κριτήριον. Καὶ νῦν εὖ ἴσθι, δέσποτα, ὡς τὴν ἀνάγκην προσμένω. Πελάζειν δὲ ταύτην οἶμαι· τεκμηριοῖ γὰρ τὰ τυρευόμενα.

Intertext edge

Open linked passage

Note