Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
ΝΕΟΠΤΟΛΕΜΩ. Ὅταν εἰς τὸν θεῖον ἀποβλέψω νόμον, ὃς σάρκα μίαν τοὺς γάμῳ συναπτομένους καλεῖ, οὐκ οἶδα τίνι τρόπῳ ψυχαγωγήσω τὸ μέλος τὸ τῇ τομῇ χωρισθέν· λογίζομαι γὰρ τῆς ὀδύνης τὸ μέγεθος. Ὅταν δὲ τῆς φύσεως ἐννοήσω τὸν δρόμον καὶ τὸν ὅρον ἐκεῖνον, ὃν ὁ Δημιουργὸς ἐξενήνοχεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ τὰ πανταχοῦ γῆς καὶ θαλάττης καθ' ἑκάστην ἡμέραν γινόμενα– ἢ γὰρ ἄνδρες πρότεροι τοῦ βίου τὸ τέρμα καταλαμβάνουσιν, ἢ γυναῖκες τοῦτο πάσχουσι πρότεραι–, πολλὰς ἐντεῦθεν ἀφορμὰς εἰς ψυχαγωγίαν εὑ ρίσκω· πρὸς τούτοις τὰς παρὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν παρασχεθείσας ἡμῖν ἐλπίδας· τούτου γὰρ δὴ χάριν τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον, ἵνα τοῦ θανάτου τὴν παῦλαν μεμαθηκότες, μὴ λίαν ἀλγῶμεν τῇ τῶν ποθουμένων χωριζόμε νοι τελευτῇ ἀλλὰ τὴν τριπόθητον τῆς ἀναστάσεως ἐλπίδα προσ μένωμεν. Ταῦτά σου τὴν θαυμασιότητα καὶ λογίσασθαι παρα καλῶ καὶ νικῆσαι τῆς ἀθυμίας τὸ πάθος· μάλιστα τῶν κοινῶν ὑμῶν κλάδων καὶ παρόντων καὶ πᾶσαν ὑμῖν ποριζόντων παρα ψυχῆς ἀφορμήν. Ὑμνήσωμεν τοίνυν τὸν σοφῶς τὰ καθ' ἡμᾶς κυβερνῶντα καὶ μὴ παροξύνωμεν τῇ τῶν ὀδυρμῶν ἀμετρίᾳ. Οἶδε γάρ, ὡς σοφός, τὸ συμφέρον καὶ ὡς ἀγαθὸς τοῦτο ἡμῖν πραγματεύεται.