Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
ΜΑΡΤΥΡΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἡγεῖται μὲν ἡ φύσις ὡς πρεσβυτέρα τῆς γνώμης· νικᾷ δὲ τὴν φύσιν ἡ γνώμη· καὶ τούτου τεκμήριον ἐναργὲς ὁ ἐλλογι μώτατος Ἀθανάσιος ὁ ῥήτωρ. Αὐχῶν γὰρ πατρίδα τὴν Αἴγυ πτον, οὐ μετέλαβε τῆς τοῦ ἔθνους θρασύτητος, ἀλλὰ πραότητι τὸν τρόπον ἐκέρασεν. Ἔστι δὲ καὶ τῶν θείων θερμότατος ἐραστής. Διά τοι τοῦτο καὶ πλείους ἡμῖν συνδιήγαγεν ἡμέρας, ὄνησιν ἐντεῦθέν τινα δρέψασθαι προσδοκήσας. Ἐγὼ δέ, ὡς οἶσθα, θεοφιλέστατε, καὶ παρ' ἑτέρων τὰ τοιαῦτα συλλέγειν ὀκνῶ· τοσοῦτον ἀποδέω τοῦ τοῖς ποθοῦσι μεταδιδόναι. Οὐ σμικρολογία μέντοι, ἀλλ' ἀπορία τοῦτο κωλύει ποιεῖν. Εὐξάσθω τοίνυν ἡ ὁσιότης σου τὴν περὶ ἡμῶν δόξαν ἐμπεδωθῆναι τῇ ἀληθείᾳ· ἵνα μὴ μόνον λέγηταί τι περὶ ἡμῶν ἀξιέπαινον, ἀλλὰ καὶ μαρτυρῆται τοῖς ἔργοις.