Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
ΕΥΣΕΒΙΩ ΣΧΟΛΑΣΤΙΚΩ. Οἱ μὲν τὴν μεγίστην ταύτην κατασπείραντες φήμην ᾠήθη σαν ταύτῃ πάντως ἀνιάσειν ἡμᾶς, δυσάγγελον αὐτὴν ἄγαν ὑπειληφότες. Ἡμεῖς δέ, διὰ τὴν θείαν χάριν, καὶ τὴν φήμην ἀσπασίως ἐδεξάμεθα καὶ τὴν πεῖραν ἀσμένως προσμένομεν· καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπὲρ τῶν θείων δογμάτων ἐπιφερόμε νον λίαν ἡμῖν ἐστιν ἀξιέραστον. Εἰ γὰρ ἀληθῶς ταῖς Δεσποτι καῖς ἐπαγγελίαις πιστεύομεν, οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυ φθῆναι εἰς ἡμᾶς. Καὶ τί λέγω τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν; Εἰ γὰρ καὶ μηδὲν ὅλως ἆθλον ὑπὲρ εὐσεβείας ἀγωνιζομένοις ἐδίδοτο, ἤρκεσεν ἂν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλήθεια πεῖσαι τοὺς ἑαυτῆς ἐραστὰς σὺν εὐθυμίᾳ πάσῃ τοὺς ὑπὲρ αὐτῆς κινδύνους ἀσπάσασθαι. Καὶ μάρτυς τῶν εἰρημέ νων ὁ θεῖος Ἀπόστολος διαρρήδην βοῶν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχω ρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται, ὅτι Ἕνεκά σου θανα τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Καὶ διδάσκων ὡς οὐκ ἀντίδοσιν προσμένει τινά, ἀλλὰ μόνον τοῦ σεσωκότος ἐρᾷ, ἐπήγαγεν εὐθύς· Ἀλλ' ἐν πᾶσι τούτοις ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Χριστοῦ. Καὶ προστέθεικεν ἕτερα, δι' ὧν σαφέστερον τὸν οἰκεῖον ἐγύμνωσε πόθον· Πέπεισμαι γάρ, φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε δυνά μεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Θεώρησον, ὦ φιλότης, τῆς ἀποσ τολικῆς ἀγάπης τὴν φλόγα· βλέπε τοῦ ἔρωτος τὸν πυρσόν. Οὐκ ὀριγνῶμαι, φησί, τῶν αὐτοῦ, ἀλλ' αὐτὸν μόνον ποθῶ· καὶ τοῦτον οὐ δύναμαι κατασβέσαι τὸν ἔρωτα· ἀλλ' ἑλοίμην ἂν ἥδιστα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐκπεσεῖν ἀγα θῶν, καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν καὶ νῦν παθεῖν, καὶ αὖθις ὑπο μεῖναι, ὥστε ταύτην ἄσβεστον περιφέρειν τὴν φλόγα. Ταῦτα δὲ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ δέδρακεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ πανταχοῦ γῆς καὶ θαλάττης μνημεῖα τῶν παθημάτων κατέλιπεν. Εἰς τοῦτον καὶ μέντοι καὶ εἰς τοὺς ἄλλους ἅπαν τας ἀφορῶν, πατριάρχας, προφήτας, ἀποστόλους, μάρτυρας, ἱερέας, θυμήρη λίαν ἡγοῦμαι τὰ νομιζόμενα σκυθρωπά. Αἰσχύ νομαι γάρ, ὁμολογῶ, καὶ τοὺς ταῦτα μὲν ἥκιστα μεμαθηκότας, ὑπὸ δὲ μόνης ποδηγηθέντας τῆς φύσεως, καὶ ἐν τοῖς ἀγῶσι τῆς ἀρετῆς διαπρέψαντας. Καὶ γὰρ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου, τὴν τῆς συκοφαντίας ὑπομείνας γραφὴν καὶ τῆς τῶν κατηγόρων κατεφρόνει ψευδολογίας καὶ τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἐδείκνυ βοῶν· Ἄνυτος δὲ καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανταί με, βλάψαι δὲ οὐ δύναν ται. Καὶ ὁ Παιανιεὺς δὲ ῥήτωρ, τῇ ῥητορικῇ δεινότητι φιλοσοφίαν ἀναμίξας, καὶ τήνδε τὴν γνώμην καὶ τοῖς τηνι κάδε ἀνθρώποις καὶ τοῖς εἰς ὕστερον ἐσομένοις προσήνεγκεν. Πέρας μὲν γάρ ἐστιν ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. Δεῖ μὲν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομέ νους ἐλπίδα, φέρειν δ' ἃ ἂν ὁ Θεὸς διδῷ γενναίως. Καὶ μέντοι καὶ ὁ τούτου πρεσβύτερος συγγραφεύς, τὸν Ὀλόρον λέγω, πολλὰς μὲν καὶ ἄλλας ἀξιεπαίνους ἔγραψε γνώμας· ἔγραψε δὲ καὶ τήνδε· Φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀν αγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως. Καὶ τί λέγω φιλοσόφους καὶ συγγραφέας καὶ ῥήτορας; Καὶ γὰρ οἱ τὴν μυθολογίαν τῆς ἀληθείας προτετιμηκότες, πολλὰς ταῖς μυθο λογίαις ὀνησιφόρους παραινέσεις ἀνέμιξαν· ὥσπερ ἀμέλει καὶ Ὅμηρος ἐδίδαξεν ἐν τοῖς λόγοις, τὸν τῶν Ἑλλήνων σοφώτατον ἑαυτὸν ἐν ἐκείνοις πρὸς ἀνδρείαν ἀλείφοντα. Λέγει δὲ οὕτως· Στῆθος δὲ πλήξας, κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης. Καὶ ἄλλα δὲ τούτοις προσόμοια καὶ παρὰ ποιητῶν καὶ ῥητόρων καὶ φιλοσόφων ῥᾳδίως ἄν τις συλλέξειεν· ἀλλ' ἡμῖν οἱ θεῖοι λόγοι πρὸς πᾶσαν ὠφέλειαν ἀρκοῦσιν. Καὶ ταῦτα δὲ τέθεικα, δεῖξαι βουληθείς, ὡς ἄγαν αἰσχρὸν τῶν τῆς φύσεως μαθητῶν ἡττηθῆναι τοὺς προφητικῆς καὶ ἀποστολικῆς μετεσχηκότας διδασκαλίας καὶ τῷ σωτηρίῳ πάθει πεπιστευκότας καὶ προσμένοντας σωμάτων ἀνάστασιν καὶ φθορᾶς ἀπαλλαγὴν καὶ χορηγίαν ἀθανασίας καὶ οὐρανῶν βασιλείαν. Καὶ τοὺς ἀθυμοῦντας τοίνυν ἐπὶ τοῖς θρυληθεῖσιν, ὦ φίλη κεφαλή, ψυχαγώγησον, καὶ τοὺς ἐφηδομένους, εἴπερ τις ἄρα ἐστί, δίδαξον ὡς γεγήθαμεν, καὶ γαννύμεθα, καὶ χορεύομεν, καὶ ὡς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν, τὴν νομιζομένην προσδεχόμεθα τιμωρίαν. Ἵνα δὲ καὶ διδάξῃς, θαυμασιώτατε, τοὺς ἀγνοοῦντας ὅπως φρονοῦμεν, ἴσθι πιστεύειν ἡμᾶς, ὡς ἐδιδάχθημεν, εἰς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ εἰς δύο υἱούς, ὥς τινες συκοφαντοῦσιν, ἢ ἐμαθητεύθημεν, ἢ ἐβαπτίσ θημεν, ἢ πιστεύομεν, ἢ πιστεύειν διδάσκομεν· ἀλλ' ὥσπερ ἕνα ἴσμεν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα, οὕτως ἕνα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὐκ ἀρνούμεθα μέντοι τὰς τῶν φύσεων ἰδιότητας· ἀλλ' ὥσπερ ἀσεβεῖν νομίζομεν τοὺς εἰς δύο υἱοὺς διαιροῦντας τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν, οὕτω τῆς ἀληθείας πολεμίους ἀποκαλοῦμεν τοὺς συγχέειν τὰς φύσεις ἐπιχειροῦντας. Ἀσύγχυτον γὰρ ἕνωσιν γεγενῆσθαι πιστεύομεν καὶ ἴσμεν τινά τε τῆς ἀνθρωπότητος καί τινα τῆς θεότητος ἴδια. Καθάπερ γὰρ ὁ ἄνθρωπος, τὸν κοινὸν λέγω, τὸ λογικὸν καὶ θνητὸν ζῶον, ἔχει μὲν ψυχήν, ἔχει δὲ σῶμα, ἓν δὲ ζῶον νοεῖται· καὶ ἡ διαφορὰ τῶν φύσεων οὐκ εἰς δύο πρόσωπα μερίζει τὸν ἕνα· ἐν δέ γε τῷ ἑνὶ καὶ τὴν τῆς ψυχῆς ἴσμεν ἀθανασίαν καὶ τοῦ σώματος τὴν θνητότητα· καὶ ὁμολο γοῦμεν τὴν ψυχὴν ἀόρατον, ὁρατὸν δὲ τὸ σῶμα, ἓν δὲ ζῶον, ὡς ἔφην, λογικὸν ὁμοῦ καὶ θνητόν· οὕτω τὸν Κύριον ἡμῶν καὶ Θεόν, τὸν τοῦ Θεοῦ λέγω Υἱόν, τὸν Δεσπότην Χριστόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα ἴσμεν Υἱόν· ἀδιαίρετος γὰρ ἡ ἕνω σις, ὥσπερ δὴ καὶ ἀσύγχυτος. Ἴσμεν δὲ ὅμως καὶ τὸ τῆς θεότητος ἄναρχον, καὶ τὸ τῆς ἀνθρωπότητος πρόσφατον. Ἡ μὲν γὰρ ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ (ἐξ αὐτῶν γὰρ ἡ ἁγία Παρθένος)· ἡ δὲ θεία φύσις ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸ αἰώνων, ἀχρόνως, ἀπαθῶς, ἀτμήτως ἐγεννήθη. Εἰ δὲ ἀναιρε θείη σαρκὸς καὶ θεότητος τὸ διάφορον, τίσιν ὅπλοις χρησό μεθα κατὰ Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι; Πῶς δὲ αὐτῶν τὴν κατὰ τοῦ Μονογενοῦς καταλύσομεν βλασφημίαν; Νῦν γὰρ τοὺς μὲν ταπεινοὺς τῶν λόγων ὡς ἀνθρώπῳ προσ άπτομεν, τοὺς δὲ ὑψηλοὺς καὶ θεοπρεπεῖς ὡς Θεῷ, καὶ εὐπε τὴς ἄγαν ἡμῖν ἐστιν ἡ τῆς ἀληθείας ἀπόδειξις. Ἀλλὰ γὰρ ὑπερβαίνει μέτρον ἐπιστολῆς ὁ περὶ τῆς πίστεως λόγος. Ἀρκεῖ δὲ καὶ τὰ ὀλίγα ταῦτα ῥημάτια δεῖξαι τὸν τῆς ἀποστο λικῆς πίστεως χαρακτῆρα.

Intertext edge

Open linked passage

Note