Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
ΟΥΛΠΙΑΝΩ ΚΟΜΗΤΙ. Τοὺς λόγους φασὶν καὶ τὰ οὐκ εὖ διακείμενα τῶν ἠθῶν μεταρυθμίζειν καὶ ἀμείνω ποιεῖν. Ἐμοὶ δὲ δοκεῖ, τὰ παρὰ τῆς φύσεως εἰς κάλλος κραθέντα, αὐτὰ τοὺς λόγους κοσμεῖν, καὶ μὴ δεῖσθαι ῥημάτων· καθάπερ οὐδὲ τὰ εὖ πεφυκότα τῶν σωμά των χρῄζει τῶν ἐπεισάκτων χρημάτων. Τούτοις ὁ ἐλλογιμώ τατος Ἀθανάσιος ὁ ῥήτωρ λαμπρύνεται. Ἧσε δέ με πλέον, ἐραστὴς θερμὸς τῆς ὑμετέρας μεγαλοπρεπείας γεγονώς. Ἀεὶ γὰρ ὑμᾶς εὐφημῶν διατελεῖ. Ἁμιλλώμενος δὲ ἐγὼ καὶ διεξιὼν τὰ ὑμέτερα, τοῖς ἐπαίνοις ἐνίκων· πλείονα γὰρ ὑμῶν ἐπίστα μαι κατορθώματα. Ἀνιῶμαι δὲ μὴ πάντα ἐπαινῶν τὰ ὑμέτερα, ἀλλὰ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐλλεῖπον τοῖς ἐπαίνοις ὁρῶν· ὅπερ εἰ δοίη προσγενέσθαι Θεός, ἐν ἅπασι τοῖς τῆς ἀρετῆς εἴδεσι κατὰ πάντων σχήσετε τὸ κράτος, τῶν τὴν αὐτὴν ὑμῖν βιοτὴν μετιόντων.