Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
ΑΡΕΟΒΙΝΔΑ ΠΑΤΡΙΚΙΩ. Πλοῦτον καὶ πενίαν τοῖς ἀνθρώποις διένειμεν ὁ τῶν ὅλων Δημιουργός τε καὶ Πρύτανις, οὐκ ἀδίκῳ ψήφῳ χρησάμενος, ἀλλ' ἀφορμὴν ὠφελείας τοῖς πλουσίοις παρέχων, τῶν πενήτων τὴν ἔνδειαν. Οὕτω καὶ τὰς παιδείας τοῖς ἀνθρώποις ἐπάγει, οὐ μόνον δίκας τῶν πεπλημμελημένων πραττόμενος, ἀλλὰ καὶ πρόφασιν εἰς φιλανθρωπίαν τοῖς εὐπόροις πορίζων. Ἐπειδὴ τοίνυν μάστιγας ἡμῖν τῆτες ἐπήνεγκεν ὁ Δεσπότης, τῶν μὲν ἁμαρτημάτων ἐλάττους πολλῷ, ἱκανὰς δὲ ὅμως ἀνιᾶσαι τοὺς γεωργοῦντας– καὶ ταύτας πρώην διὰ τῶν ὑμετέρων γηπόνων τὴν ὑμετέραν μεγαλοφυΐαν ἐδίδαξα–· οἰκτείρατε, παρακαλῶ, τοὺς τῆς γῆς ἀροτῆρας, τὸν μὲν πόνον εἰσενεγκόντας, ὀλίγον δὲ κομισαμένους καρπόν· καὶ γενέσθω ὑμῖν ἡ δυσετηρία τῆς πνευματικῆς εὐετηρίας ὑπόθεσις· καὶ τὸν ἔλεον τὸν θεῖον διὰ τοῦδε τοῦ ἐλέου τρυγήσατε. Τούτου γὰρ δὴ χάριν καὶ ὁ λαμπρό τατος Διονύσιος πρὸς τὸ ὑμέτερον μέγεθος ἔδραμεν, τὰ πάθη διδάξων, ἵνα τὴν ἴασιν δέξηται· οἷον δέ τινα ἱκετηρίαν τάδε προσφέρει τὰ γράμματα, πλείονος ἀπολαύσεσθαι φιλανθρω πίας διὰ τούτων ἐλπίζων.