Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
ΑΝΔΡΕΑ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ. Ποθεῖ μὲν, εὖ οἶδα, τὴν ἡμετέραν συνουσίαν ἡ σὴ φιλοθεΐα, τῆς θείας ἀγάπης ὑπάρχουσα τρόφιμος. Ἐγὼ δὲ πλέον ἱμείρο μαι, ὅσῳ καὶ πλείονά μοι προσγίνεσθαι τὴν ἐκ τῆς συνουσίας ὠφέλειαν ἐπίσταμαι. Πέφυκε γάρ πως ἡ ἔνδεια τὴν ἐπιθυμίαν ἐξάπτειν· ἀλλὰ τὸ δοῦναι τὸ ποθούμενον δυνατὸς τῶν ὅλων ὁ Κύριος. Αὐτὸς γὰρ ἰθύνει τὰ σύμπαντα καὶ τὸ συνοίσειν μέλλον ἐπίσταται καὶ τοῦτο πρυτανεύων ἑκάστῳ διατελεῖ. Ἐγὼ δὲ ὅσον εὐφράνθην τοῖς γράμμασιν ἐντυχὼν τῆς σῆς ἁγιότητος, δεῖξαι διὰ λόγων οὐ δύναμαι. Ηὔξησε δέ μοι τὴν θυμηδίαν καὶ ὁ τιμιώτατος καὶ εὐλαβέστατος διάκονος Θαλάσ σιος, ἅπερ μαθεῖν ἐπόθουν διηγησάμενος. Τί γάρ μοι, δέσποτα, τῆς σῆς εὐκληρίας ἐρασμιώτερον; Τί δὲ οὕτω ταύτην μεγάλην ποιεῖ, ὡς τῶν καθ' ἡμᾶς μεγάλων ἡ τοῦ φρονή ματος μετριότης; Ἰατρῷ γὰρ σοφῷ τε καὶ σπουδαίῳ πεποίηκας παραπλήσιον, ὃς οὐκ ἀνέμεινε τὴν κλῆσιν, ἀλλ' αὐτόματος πρὸς τοὺς δεομένους θεραπείας ἀφίκετο. Τοῦτό με πάσης ἐνέπλησεν ἡδονῆς, καὶ τὸ Δακρυόεν γελάσασα ἔγνων τῇ πείρᾳ, καὶ τοῦ ποιητοῦ κατέμαθον τὴν διάνοιαν. Παράσχοι δὲ τῶν ἀγαθῶν ὁ φιλότιμος χορηγὸς καὶ τὴν σὴν ὁσιότητα δια πρέπειν ἐν τούτοις, καὶ ἡμᾶς τῶν ἀρίστων ἀνδρῶν ζηλοῦν γοῦν τὰ ἀξιέπαινα. Ἐπάρκεσον τοίνυν, ὦ φίλη κεφαλή, καὶ τὸν δοῦναι δυνάμενον πεῖσον δοῦναι τὴν αἴτησιν.