Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
ΕΟΡΤΑΣΤΙΚΗ. Ἡνίκα μὲν ὁ Μονογενὴς Θεὸς ἐνηνθρώπησε καὶ τὴν ἡμε τέραν φύσιν λαβὼν τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν, ὁρῶντες οἱ τηνικάδε ἄνθρωποι τῶν εὐεργεσιῶν τὴν πηγὴν οὐκ ἐπετέλεσαν ἑορτήν. Ἐπὶ δὲ τοῦ παρόντος, πᾶσα γῆ καὶ θά λαττα καὶ πόλεις καὶ κῶμαι, καίτοι τὸν εὐεργέτην οὐχ ὁρῶσαι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν τῶν εὐεργεσιῶν ἑορτάζουσι μνήμην· καὶ τοσαύτην αἱ πανηγύρεις αὗται πηγάζουσι θυμη δίαν, ὡς πάντοσε διατρέχειν τῆς πνευματικῆς εὐφροσύνης τὰ νάματα. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς νῦν τὴν σὴν θεοσεβείαν προσφθεγγόμεθα, καὶ τὴν ἐγγενομένην ἡμῖν ἐκ τῶν ἑορτῶν σημαίνοντες εὐθυμίαν, τὰς σὰς ἐπαγγέλλομεν προσευχάς, ἵνα ταύτην εἰς τέλος φυλάξωμεν.