Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
ΤΩ ΑΥΤΩ. Οὐκ οἶμαι τοὺς θερμῶς ἀγαπῶντας ταῖς τῶν ἀγαπωμένων ὠδῖσι κρίνειν ὀρθῶς· κλέπτει γὰρ ὁ πόθος τὸ δίκαιον. Καὶ γὰρ οἱ πατέρες ὥρᾳ λάμπειν τὰ δυσειδῆ παιδία νομίζουσι· καὶ παῖδες ὡσαύτως τὸ τῶν πατέρων εἰδεχθὲς οὐχ ὁρῶσιν· οὕτω καὶ ἀδελφὸς ἀδελφὸν βλέπει, οὐχ ὡς ἡ φύσις, ἀλλ' ὡς ἡ διά θεσις δείκνυσιν. Οὕτω τὴν σὴν θειότητα κρῖναι τοῖς ἐμοῖς ὑπείληφα λόγοις, τοῦ φίλτρου τὴν ψῆφον ἐξενεγκόντος. Μεγί στη γὰρ ἀληθῶς ἡ τῆς ἀγάπης ἰσχύς, καὶ συσκιάζει πολλάκις τῶν φίλων οὐ μικρὰ πλημμελήματα. Ταύτης ἔχων τὸν πλοῦ τον, ὦ φίλη μοι κεφαλή, εὐφημίαις τοὺς ἡμετέρους ἐταινίω σας λόγους· ἐγὼ δέ σου τὴν θεοσέβειαν ἐπαγγέλλω τὸν ἀγαθὸν ἀντιβολῆσαι Δεσπότην, βεβαιῶσαι τοῖς ἔργοις τὴν εὐφημίαν, καὶ δεῖξαι τὸν ἐπαινούμενον, ὁποῖον τῶν ἐπαινούντων ζωγρα φοῦσιν οἱ λόγοι.

Intertext edge

Open linked passage

Note