Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Ἰδοὺ καιρὸς τὴν ὑμετέραν ἀκαδημίαν δεῖξαι τῶν λόγων τὴν ὠφέλειαν. Ἀκούω γὰρ σύλλογον λαμπρὸν ἀναίρεσθαι πρὸς ὑμᾶς, καὶ τὸ συνέδριον ἐξ ἀνδρῶν εἶναι προγονικῇ περιφανείᾳ σεμνυνομένων, καὶ τὴν γλῶτταν κεκαθαρμένων, καὶ τοὺς λό γους ὑμῖν γίνεσθαι περί τε ἀρετῆς καὶ ἀθανασίας ψυχῆς, καὶ τῶν ἄλλων ὅσα τούτοις συμβαίνει. Δείξατε τοιγαροῦν ἡμῖν εἰς καιρὸν τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ τῆς ἀρετῆς τὸν ἀξιόκτητον πλοῦτον, καὶ δέξασθε τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, ὡς τῆς ἀνθρωπείας εὐημε ρίας δεδιδαγμένοι τὰς ἀγχιστρόφους μεταβολάς. Καὶ γὰρ αὐτὸς ἐκόσμει μὲν πάλαι τὴν Καρχηδονίων μητρόπολιν· πολ λοῖς δὲ ξένοις ἀνεπέτασε τὰς θύρας τῆς οἰκίας, τῆς ἑτέρων δὲ φιλανθρωπίας οὐκ ἤλπισεν ἐπιδεήσεσθαι. Γενοῦ τοίνυν αὐτῷ γλῶττα, καὶ συνηγόρησον, ὦ φίλη κεφαλή, τῆς σῆς δεο μένῳ φωνῆς· τῆς γὰρ ποιητικῆς οὐκ ἀνέχεται παραινέσεως, ἣ κελεύει τὸν δεόμενον, καὶ ῥῆμ' ἄν τι διδῷ· καὶ πεῖσον τοῦ συλλόγου τοὺς δυναμένους τὴν Ἀλκινόου ζηλῶσαι φιλοξενίαν, καὶ τὴν ἀδόκητον αὐτῷ προσπεσοῦσαν ἐξελάσαι πενίαν, καὶ τὴν δυσκληρίαν εἰς εὐκληρίαν μεταβαλεῖν· καὶ τὸν φιλάνθρω πον ὑμνῆσαι Δεσπότην, ὅτι τοῖς ἀλλοτρίοις ἡμᾶς σωφρονίζει παθήμασι, καὶ οὐχ ἡμᾶς εἰς ἑτέρων παρέπεμψεν οἰκιάς, ἀλλ' εἰς τὰς ἡμετέρας ἄλλους ἤγαγε θύρας· καὶ φιλανθρωπίᾳ χρω μένοις ὑπισχνεῖται δώσειν ἃ μήτε λόγος εἰπεῖν, μήτε νοῦς ἰσχύει λογίσασθαι.

Intertext edge

Open linked passage

Note