Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
ΔΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ πα τρὶς μὲν ἡ πολυθρύλητος Καρχηδών, γένος δὲ τὸ ἐν ἐκείνῃ γεγενημένον περίβλεπτον. Ἀλλὰ νῦν ἐξ ἐκείνης ἐληλαμένος, τὴν ξένην περινοστεῖ, καὶ τῶν φιλοθέων τὰς χεῖρας περισκο πεῖ. Ἔχει δὲ καὶ φορτίον, ἀναγκαῖον μέν, ἐπιτεῖνον δὲ τὴν φροντίδα· τὴν γαμετὴν λέγω, καὶ τὰ παιδία, καὶ τοὺς οἰκείους, ὧν ἕνεκα πλειόνων δεῖται δαπανημάτων. Ἐγὼ δὲ αὐτοῦ τὴν γνώμην τεθαύμακα. Ὡς ἐξ οὐρίων γὰρ φερόμενος, οὕτω τὸν Κυβερνήτην ὑμνεῖ, καὶ τοῦ χαλεποῦ κλύδωνος οὐ πεφρόντικεν· τὴν γὰρ εὐσέβειαν ἐκ τῆς συμφορᾶς ἐκαρπώσατο, καὶ τὸν τρισμακάριον αὐτῷ τοῦτον καρπὸν ἡ δυσκληρία προσήνεγκεν. Ἡνίκα γὰρ τῆς εὐπραξίας ἀπέλαυεν, τοὺς τοιούτους οὐ προσίετο λόγους· ἐκείνης δὲ γυμνωθείς, συναπέβαλε τὴν ἀσέ βειαν, καὶ νῦν ἔχει τὸν πλοῦτον τῆς πίστεως· οὗ δὴ χάριν τῆς δυσπραξίας ἐκείνης καταφρονεῖ. Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην, ἀποφῆναι αὐτῷ πατρίδα τὴν ξένην, καὶ προτρέψαι τοὺς πλούτῳ κομῶντας ψυχαγωγῆσαι τὸν τῆς αὐτῆς γεγενη μένον συμμορίας, καὶ τῆς συμφορᾶς διαλῦσαι τὸ νέφος. Προσ ήκει γὰρ τοὺς τὴν αὐτὴν φύσιν λαχόντας, καὶ ὁμοίως μὲν πλημμελοῦντας, τὴν δὲ τιμωρίαν διαφυγόντας, τοῖς δυσημερίᾳ περιπεσοῦσι ψυχαγωγίαν προσφέρειν, καὶ τῇ περὶ τούτους συμπαθείᾳ τὸν Θεὸν ἱλεοῦσθαι.

Intertext edge

Open linked passage

Note