Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
ΘΕΟΚΤΙΣΤΩ ΕΠΙΣΚΟΠΩ. Εἰ πᾶσι τοῖς πλημμελοῦσιν ἐπέφερε παραυτίκα τὰς τιμω ρίας ὁ τῶν ὅλων Θεός, πάντας ἂν ἄρδην ἀπώλεσαν. Ἐπειδὴ δὲ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάζει, τοὺς μὲν κολάζει, τοῖς δὲ τὰς τούτων τιμωρίας ἀντὶ διδασκαλίας προσφέρει. Τοῦτο καὶ ἐφ' ἡμῶν πεποίηκεν ὁ φιλάνθρωπος. Τοὺς γὰρ ἀπὸ τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς καλουμένης, ταῖς ἡμετέραις προσάγει θύραις, καὶ τὰ τούτων ἐπιδεικνὺς παθήματα, δειμαί νειν παρασκευάζει καὶ τῷ δέει πρὸς συμπάθειαν διεγείρει· καὶ δύο κατὰ ταὐτὸν ἐντεῦθεν κατασκευάζει· ἡμᾶς τε γὰρ ἐκ τῆς ἐκείνων παιδείας ὀνίνησιν, καὶ ἐκείνοις δι' ἡμῶν προσφέρει παραψυχήν. Ταύτην παρακαλῶ σου τὴν θεοσέβειαν ὀρέξαι τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ· τὴν γὰρ ἐκείνων μητρόπολιν πάλαι κοσμήσας, νῦν οὐ πόλιν, οὐχ ἑστίαν ἔχει, οὐ τῶν ἀναγκαίων τὴν χρείαν. Προσήκει τοίνυν τοὺς κατὰ τὴν σὴν ὁσιότητα ψυχὰς ποιμαίνειν πεπιστευμέ νους εἰσηγεῖσθαι τοῖς πολίταις τὰ σύμφορα· δέονται γὰρ τῆς τοιαύτης διδασκαλίας. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος τῷ μακαρίῳ Τίτῳ γράφων καὶ ταῦτα προστέθεικεν. Μανθανέ τωσαν δὲ οἱ ἡμέτεροι, καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας. Εἰ γὰρ ἡ ἡμετέρα πόλις, ἔρημος οὖσα καὶ ὀλίγους οἰκήτορας ἔχουσα, καὶ τούτους πτωχούς, ψυχαγωγεῖ τοὺς ἀφικνουμένους, πολλῷ μᾶλλον προσήκει τὴν Βέροιαν εὐσεβείᾳ συντεθραμμένην τοῦτο ποιεῖν· μάλιστα τῆς σῆς ὁσιότητος ἡγουμένης.

Intertext edge

Open linked passage

Note