Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1
ΣΤΑΣΙΜΩ ΚΟΜΗΤΙ ΚΑΙ ΠΡΩΤΕΥΟΝΤΙ. Τραγικῆς ἐδεῖτο γλώττης τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδο ξοτάτου Κελεστιακοῦ τὰ πάθη. Ἐκεῖνοι γὰρ τὰς ἀνθρωπείας ἀποχρώντως συμφορὰς τραγῳδοῦσιν· ἐγὼ δὲ τὴν σὴν ἐν κεφα λαίῳ διδάσκω μεγαλοπρέπειαν, ὡς πατρὶς μὲν αὐτῷ ἡ πάλαι παρὰ πάντων ᾀδομένη Λιβύη, πόλις δὲ ἡ περίβλεπτος Καρ χηδών, συμμορία δὲ καὶ πατριὰ ἡ λαμπροτάτη βουλή· πλοῦτος δὲ πολὺς καὶ ῥέων ὑπὲρ τὴν χρείαν. Ἀλλὰ ταῦτα πάντα μῦθός ἐστι νῦν, καὶ διήγημα τῶν πραγμάτων γεγυμνωμένον. Πάντων γὰρ αὐτὸν ἐκείνων ὁ βαρβαρικὸς ἐστέρησε πόλεμος. Τοιαύτη δὲ τῶν ἀνθρώπων ἡ εὐκληρία, οὐκ ἀεὶ τοῖς αὐτοῖς προσμένειν ἐθέλουσα, ἀλλὰ καὶ πρὸς ἑτέρους μεταβαίνειν ἐπειγομένη. Τοῦτον πρὸς τὴν σὴν μεγαλοπρέπειαν ξεναγῶ, καὶ τῆς παρὰ πᾶσιν ᾀδομένης φιλοτιμίας αὐτὸν ἀπολαῦσαι παρακαλῶ. Ἀξιῶ δὲ καὶ πάντας τοὺς ἐν τέλει καὶ εὐπορωτά τους διὰ τῆς σῆς αὐτὸν γνῶναι θαυμασιότητος· ἵνα κἀκείνοις πρόξενος γένῃ τοῦ κέρδους, καὶ μείζους παρὰ τοῦ φιλανθρώ που θεοῦ κομίσῃ τὰς ἀντιδόσεις.

Intertext edge

Open linked passage

Note