Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
ΠΑΤΡΙΚΙΩ ΚΟΜΗΤΙ. Ἅπαντα μὲν ἀξιέπαινα τὰ εἴδη τῆς ἀρετῆς· ἡ δὲ φιλανθρω πία καὶ τὰ ἄλλα κοσμεῖ. Ταύτην αἰτοῦμεν διηνεκῶς τὸν τῶν ὅλων Θεόν· διὰ ταύτην μόνην συγγνώμης ἀπολαύομεν πλημμε λοῦντες· αὕτη διακύπτειν πρὸς τοὺς πένητας παρασκευάζει τὸν πλοῦτον. Ταύτῃ λαμπρυνομένην εἰδὼς τὴν ὑμετέραν μεγα λοπρέπειαν, θαρρῶν συνίστημι τὸν θαυμασιώτατον καὶ μεγα λοπρεπέστατον Κελεστιακόν, ἄνδρα πολλῶν χρημάτων καὶ κτημάτων δεσπότην γεγενημένον, ἔρημον δὲ τούτων ἐξαπίνης γενόμενον, φέροντα δὲ τὴν πενίαν εὐκόλως, ὡς ὀλίγοι τὸν πλοῦτον. Τοῦ δὲ τῆς συμφορᾶς δράματος ἡ ὑπόθεσις Λιβύη καὶ Καρχηδών, καὶ τὰ τῶν βαρβάρων κακά. Ἐγὼ μὲν οὖν αὐτὸν πρὸς τὸ ὑμέτερον ἐξενάγησα μέγεθος· ὑμεῖς δὲ τοῖς ἄλλοις ὑποδείξατε, καὶ πρὸς οἶκτον κινήσατε. Κερδανεῖτε γὰρ μείζονα, πολλοὺς φιλανθρωπίαν διδάσκοντες.

Intertext edge

Open linked passage

Note