Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Πολλοῖς μὲν καὶ ἄλλοις, δέσποτα, διαλάμπεις εἴδεσιν ἀρε τῆς, οὐχ ἥκιστα δὲ κοσμεῖ σου τὴν ὁσιότητα φιλανθρωπία καὶ χρημάτων ὑπεροψία καὶ δεξιὰ τὴν τῶν δεομένων ἀναβλύζουσα θεραπείαν. Διαφόρως δὲ τοὺς ἐν εὐπραξίᾳ τεθραμμένους, εἰς δυσκληρίαν δὲ μεταπεσόντας, πλείονος ἀξιοῖς, θεοφιλέστατε, προμηθείας. Τοῦτο σαφῶς ἐπιστάμενος, γνώριμόν σου τῇ θεοσεβείᾳ ποιῶ τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν· ὃν πάλαι μὲν ἐν Καρχηδόνι πλοῦτος ἐδείκνυ καὶ δυναστεία λαμπρόν· νῦν δὲ τούτων γεγυμνωμένον εὐσέβεια καὶ φιλοσοφία κοσμεῖ· φέρει γὰρ τὴν δοκοῦσαν δυσπραξίαν εὐθύμως, ἐπειδὴ καὶ τῆς ψυχικῆς αὐτῷ σωτηρίας γεγένηται πρόξενος. Οὗτος ἀφίκετο μὲν πρὸς ἡμᾶς μετὰ γραμμάτων τὴν προτέραν αὐτοῦ διδασκόντων εὐημερίαν· συχνὰς δὲ παρ' ἡμῖν διατρίψας ἡμέρας, παρέσχεν τῆς πείρας τὴν μαρτυρίαν. Οὗ δὴ χάριν αὐτὸν καὶ σπουδαιότερον τῇ σῇ συνιστῶμεν ἁγιωσύνῃ, καὶ παρακαλοῦμεν καὶ τοῖς τῆς πόλεως εὐπόροις δῆλον αὐτὸν διὰ τῆς σῆς γενέσθαι φιλοθείας· εἰκὸς γὰρ αὐτούς, τὰ κατὰ αὐτὸν μεμαθηκότας, καὶ τὴν ἴσην δείσαντας συμφοράν, σπου δάσαι διὰ τῆς συμπαθείας τὴν τιμωρίαν διαφυγεῖν. Ἀναγκά ζεται γὰρ περινοστεῖν, ἅτε δὴ πλειόνων δαπανημάτων δεόμε νος· σύνεστι γὰρ αὐτῷ καὶ γαμετὴ καὶ παιδία καὶ οἱ συμφυγόντες οἰκέται τῶν βαρβάρων τὰς χεῖρας.