Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1
ΠΟΜΠΕΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΕΜΕΣΗΣ. Ἀμφότερα οἶδα σαφῶς, καὶ τῶν χρημάτων τὴν σπάνιν καὶ τὴν μεγαλοψυχίαν τῆς γνώμης, καὶ ὡς τὴν ἔνδειαν ἡ φιλοτι μία νικᾷ. Διά τοι τοῦτο συνίστημί σου τῇ ὁσιότητι τὸν θαυμα σιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, πολλῶν μὲν χρημάτων καὶ κτημάτων πάλαι δεσπότην γεγενημένον, μετὰ μόνης δὲ τῆς ἐλευθερίας τῶν βαρβάρων τὰς χεῖρας διαφυ γόντα, καὶ πρόσοδον εἰς ἀφορμὴν βίου νῦν ἔχοντα τῶν κατὰ τὴν σὴν φιλοθεΐαν τὴν εὐσπλαγχνίαν. Ἔχει δὲ καὶ φροντίδων ἐσμόν· σύνεστι γὰρ αὐτῷ καὶ ἡ τοῦ βίου κοινωνός, καὶ τὰ παι δία, καὶ θεράποντες, οὐ διὰ χρείαν μόνην, ἀλλὰ καὶ διὰ φιλαν θρωπίαν συνόντες· οὐχ ἡγεῖται γὰρ ὅσιον ἀπολῦσαι τοὺς οὐκ ἀνασχομένους καταλιπεῖν. Τοῦτον καὶ τοῖς εὐποροῦσι τῶν πολιτῶν γνώριμον γενέσθαι διὰ τῆς σῆς φιλοθεΐας παρακαλῶ· οἶμαι γάρ, ὡς καὶ παρὰ τῆς σῆς ὁσιότητος διδασκόμενοι, καὶ τὴν τῆς εὐπραξίας ὁρῶντες μεταβολήν, τὴν σήν, δέσποτα, μεγαλοψυχίαν μιμήσονται, καὶ τῆς δυνατῆς αὐτὸν ἀξιώσουσι θεραπείας, τῆς φύσεως τὸ κοινὸν λογισάμενοι.

Intertext edge

Open linked passage

Note