Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
ΣΑΛΟΥΣΤΙΩ ΑΡΧΟΝΤΙ. Ὅταν οἱ ἄρχειν λαχόντες ἀκλινῶς κατέχωσι τὴν τῆς δίκης τρυτάνην καὶ ἴσως τὴν ἀρτάνην ἀνέλκωσι, παντοδαπῶν ἀγα θῶν τοῖς ἀρχομένοις προξενοῦσι φοράν. Ἂν δὲ δὴ καὶ σύνεσις ἀποχρῶσα προσῇ, καὶ φιλανθρωπίας τῷ ταύτης δεομένῳ προστίθηται ψῆφος, πολλαπλάσια τοῖς ὑπηκόοις ἐκ τῶν ἀρχείων ἀναβλυστάνει καλά. Τούτων διὰ τῆς σῆς λαμπρότητος ἀπολαύσαντες Εὐφρατήσιοι, καὶ τὴν πεῖραν διδάσκαλον ἔχοντες τῶν τῆς προτέρας ἀρχῆς ἀγαθῶν, ἐχόρευσαν ἐπὶ τοῦ παρόντος τὴν σὴν μεμαθηκότες μεγαλοπρέπειαν ἐγχειρισθῆναι τῆς ἀρχῆς τὰ πηδάλια. Ἐγὼ δὲ μειζόνων αὐτοὺς εὔχομαι τυχεῖν ἀγαθῶν, καὶ τὴν σὴν λαμπρότητα πλείονος εὐκλείας μεταλαχεῖν· προστεθῆναι δὲ τοῖς ἄλλοις καλοῖς καὶ τὸν κολο φῶνα τῶν ἀγαθῶν τὴν εὐσέβειαν, ἵνα μὴ χωλεύῃ τῶν ἐγκωμια ζόντων ὁ ἔπαινος. Ἤλπισα δὲ καὶ συντεύξεσθαί σου τῇ μεγαλοπρεπείᾳ, ἡνίκα πλείους ἐν Ἱεραπόλει διαγαγεῖν ἠναγ κάσθην ἡμέρας· καὶ τῶν ἀφικνουμένων διηνεκῶς ἐπυνθανόμην, εἰ ἐκομίσθη σου τῇ θαυμασιότητι τὰ σύμβολα τῆς ἀρχῆς. Ἐπειδὴ δὲ ἡ θεία καὶ σωτήριος κατήπειξεν ἑορτή, τὴν ἐγχει ρισθεῖσαν ἡμῖν κατελάβομεν πόλιν. Νῦν δὲ τὰ τῆς σῆς μεγα λοπρεπείας δεξάμενοι γράμματα, καὶ λίαν ἡσθέντες, καὶ τὸ τῆς προσρήσεως ἐκτίνομεν χρέος, καὶ τὸν τιμιώτατον καὶ εὐλαβέστατον διάκονον, σὺν Θεῷ φάναι, τὸν ὑδροσκόπον ὡς ἐκέλευσας ἀπεστείλαμεν παραυτίκα. Παράσχοι δὲ ὁ φιλάν θρωπος Δεσπότης πορίσαι αὐτὸν καὶ τῇ πόλει χρείαν καὶ τῇ λαμπρότητί σου πρόφασιν εὐδοξίας.

Intertext edge

Open linked passage

Note