Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
ΘΕΟΔΩΡΩ ΤΟΠΟΤΗΡΗΤΗ. Ὁ μὲν τῆς ἑορτῆς νόμος ἑορταστικὴν παρεγγυᾷ γράφειν ἐπιστολήν, τὸ δὲ τῶν συμφορῶν νέφος οὐκ εἴασεν ἡμᾶς συνή θως τρυγῆσαι τὴν εὐφροσύνην τῆς ἑορτῆς. Τίς γὰρ οὕτω λίθινος, ὡς θυμουμένου τοῦ Δεσπότου καὶ χαλεπαίνοντος μὴ ἀσχάλλειν καὶ δεδιέναι, καὶ τὴν μνήμην τῶν πεπλημμελημένων ἀνακινεῖν, καὶ τὴν δικαίαν προσδέχεσθαι ψῆφον; Ταῦτα τῆς πανηγύρεως ἡμῖν τὴν θυμηδίαν ἠμαύρωσε. Πιστεύομεν δέ, ὡς φιλάνθρωπος ὢν ὁ Δεσπότης οὐκ ἐμπεδώσει τοῖς ἔργοις τὴν ἀπειλήν, ἀλλὰ νεύσει καὶ διαλύσει τὰ σκυθρωπά, καὶ ἀνοίξει τὰς τοῦ ἐλέου πηγάς, καὶ τὴν συνήθη δείξει μακροθυμίαν. Τὸ δὲ ὑμέτερον ἐγὼ προσφθεγγόμενος μέγεθος, μηνυθῆναί μοι τὴν τριπόθητον ὑμῶν ὑγείαν παρακαλῶ.