Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
ΚΛΑΥΔΙΑΝΩ. Ἡ μὲν θεία πανήγυρις τὰς πνευματικὰς ἡμῖν συνήθως προσενήνοχε δωρέας· οἱ δὲ πικροὶ τῆς ἁμαρτίας καρποὶ τού των ἀπολαῦσαι μετ' εὐφροσύνης οὐκ εἴασαν. Τοιαῦτα γὰρ τὰ ἐκείνων βλαστήματα· καὶ ἐξ ἀρχῆς μὲν ἀκάνθας καὶ τριβό λους καὶ ἱδρῶτας καὶ πόνους καὶ λύπας ἐβλάστησεν· ἐπὶ δὲ τοῦ παρόντος, καὶ τὴν γῆν κλονεῖ καθ' ἡμῶν, καὶ τὰ φῦλα τῶν βαρβάρων πάντοθεν ἡμῖν ἐπέστησεν. Ἡμεῖς δὲ θρηνοῦμεν, ὅτι τὸν ἀγαθὸν Δεσπότην εὐεργετεῖν βουλόμενον τἀναντία ποιεῖν βιαζόμεθα, καὶ τιμωρίας ἐπάγειν καταναγκάζομεν. Ψυχαγω γούμεθα δὲ ὅμως, τοῦ ἐλέου τὴν ἄβυσσον λογιζόμενοι· καὶ πιστεύομεν ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει. Τὴν δὲ σὴν μεγαλοπρέ πειαν προσφθεγγόμενος, παρακαλῶ μηνῦσαί μοι τὴν ἀξιέ ραστον σαυτοῦ ὑγείαν.

Intertext edge

Open linked passage

Note