Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
ΠΟΥΛΧΕΡΙΑ ΑΥΓΟΥΣΤΗ. Ἐπειδὴ τὴν βασιλείαν εὐσεβείᾳ κοσμεῖτε καὶ τὴν ἁλουργίδα τῇ πίστει λαμπρύνετε, θαρροῦμεν τὰ γράμματα, καὶ τὴν οἰκείαν οὐχ ὁρῶμεν εὐτέλειαν· τῇ γὰρ ἱερωσύνῃ τὸ πρέπον ἀπονέμετε γέρας. Ταῦτα λογιζόμενος, ἱκετεύω τὸ ὑμέτερον κράτος, φειδοῦς τὴν ἀθλίαν ἡμῶν ἀξιῶσαι χώραν, καὶ τὴν ἐποψίαν τὴν πολλάκις γεγενημένην κελεῦσαι βεβαιωθῆναι, καὶ μὴ δεχθῆναι τὰς παρά τινων κατ' αὐτῆς γενομένας ψευδηγο ρίας· μηδὲ ἀξιόχρεων νομισθῆναι τὸν ἐπισκόπου μὲν ὄνομα περιφέροντα, ἀλλότρια δὲ καὶ ἀνδραπόδων εὐτρόπων ἐπιτη δεύοντα. Οὗτος γὰρ κατηγορίαις ὑπεύθυνος γεγονώς, καὶ τοῖς τῆς ἀκοινωνησίας ὑποβληθεὶς δεσμοῖς, ὑπὸ τοῦ θεοφι λεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ἀντιοχέων μεγα λοπόλεως, τοῦ κυρίου Δόμνου, τοῦ ἀρχιερατικοῦ συνεδρίου συγκροτεῖσθαι μέλλοντος, ὥστε τὰς κατ' αὐτοῦ γεγενημένας ἐξετάσαι κατηγορίας, ἀποδρὰς τὴν βασιλεύουσαν κατέλαβε πόλιν, καὶ δηλάτωρος ἔργον ἀναδεξάμενος, πολεμεῖ μὲν χώραν, ἣν ὀνομάζει μητέρα, πολεμεῖ δὲ μυριάσι πενήτων, καὶ διὰ τὴν πρὸς ἕνα δυσμένειαν τὴν γλῶτταν κατὰ πάντων ἠκό νησεν. Ὁποῖος μὲν οὖν ἐκεῖνος καὶ τίσιν ἐπιτηδεύμασιν ἐν τεθραμμένος, ἐγὼ μὲν οὐκ ἐρῶ, τὰ ἐμαυτῷ πρέποντα λογιζό μενος· τεκμηριοῖ δὲ σαφῶς τὸ νῦν ἐγχειρηθὲν παρ' αὐτοῦ. Περὶ δὲ τῆς χώρας τοσοῦτόν φημι· ὅτι τῆς ἐπαρχίας πάσης κουφισμὸν δεξαμένης, οὐδέποτε αὕτη φιλανθρωπίας ἀπέ λαυσε, καίτοι βαρύτατον φορτίον ἐπικείμενον ἔχουσα. Ὅθεν πολλὰ μὲν τῶν κτημάτων ἐστέρηται γεωργῶν, πολλὰ δὲ καὶ τῶν κεκτημένων ἔρημα γεγένηται παντελῶς· ἀπαιτοῦνται δὲ ὑπὲρ τούτων οἱ τρισάθλιοι πολιτευόμενοι, φέρειν δὲ τὴν εἴσπραξιν οὐ δυνάμενοι οἱ μὲν προσαιτοῦσιν, οἱ δὲ δραπε τεύουσι. Περιέστη δὲ εἰς ἕνα τὸ τῆς πόλεως σχῆμα· ὃς οὐκ ἀνθέξει, μὴ τῆς ἰάσεως παρὰ τῆς ὑμετέρας εὐσεβείας ἐπιτε θείσης. Ἐλπίζω δὲ ὅτι ἡ ὑμετέρα γαληνότης θεραπεύσει τὰ τῆς πόλεως τραύματα, καὶ ταῖς ἄλλαις δικαιοπραγίαις ἐπιθή σει καὶ ταύτην.

Intertext edge

Open linked passage

Note