Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1
ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ὅτι καθάπερ παῖδες ἐπὶ πατέρα φιλόστοργον, διετέθησαν περὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἅπαντες οἱ τὴν ἑῴαν οἰκοῦντες, οἶδεν ὑμῶν τὸ μέγεθος ἀκριβῶς. Ἀνθ' ὅτου τοίνυν μεμισήκατε τοὺς φιλοῦντας, καὶ τῆς ὑμετέρας αὐτοὺς ἐστε ρήσατε προμηθείας, καὶ θρηνεῖν ἅπαντας καὶ ὀδύρεσθαι πεποιήκατε, τὴν οἰκείαν θεραπείαν τῆς τῶν ἄλλων προτιμή σαντες ὠφελείας; Τῷ ὄντι γὰρ οὐχ ἡγοῦμαί τινα τῶν φοβου μένων τὸν Κύριον μὴ λίαν ἀσχάλλειν ἐπὶ τῇ στερήσει τῆς ὑμετέρας στρατηγίας. Οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας, εἰ καὶ μὴ τὴν περὶ τὰ θεῖα γνῶσιν ἔχουσιν ἀκριβῆ, τὸ τῆς ἀθυ μίας ὁμοίως δέχεσθαι πάθος, τὰς ὑμετέρας λογιζομένους εὐεργεσίας. Ἐγὼ δὲ διαφερόντως ὀλοφύρομαι, καὶ τῆς τιμῆς, καὶ τῆς εἰλικρινοῦς διαθέσεως μεμνημένος· καὶ τὸν τῶν ὅλων ἱκετεύω Δεσπότην, τῇ ἀμάχῳ δεξιᾷ τειχίζειν ὑμᾶς ἀεί, καὶ τῶν παντοδαπῶν ἀγαθῶν χορηγεῖν ὑμῖν τὴν φοράν. Τὴν δὲ ὑμε τέραν μεγαλοφυΐαν παρακαλοῦμεν, καὶ ἀποῦσαν ὡς παροῦσαν τῶν συνήθων φροντίσαι, καὶ τοῦ δεῖνος τοῦ ἀναξίου ἡμῶν ἐπισκόπου καταλῦσαι τὴν λύτταν, οὗ τὴν τοῦ βίου προαίρεσιν ἀκριβέστερον τὸ ὑμέτερον ἐπίσταται μέγεθος. Ἐπιχειρεῖ γάρ, ὡς ἔγνων, παντελῶς ἡμῶν ἀπολέσαι τὴν χώραν, δηλάτωρος ἔργον ἀναδεξάμενος, καὶ τὴν γεγενημένην ἐποψίαν συκοφαν τῶν. Καὶ ταῦτα πάντων, ὡς ἔπος εἰπεῖν, ἐπισταμένων τὴν βαρυτάτην τῆς ἡμετέρας χώρας ἀπογραφήν, καὶ ὡς πολλὰ τῶν κτημάτων ἔρημα διὰ ταύτην τῶν γεωργούντων ἐγένετο. Ἀλλ' οὗτος καὶ τῆς ἀκοινωνησίας καταφρονήσας καὶ τὴν ἁγίαν σύνοδον ἀποδράς, κατὰ τῶν ἀθλίων πενήτων ἐπαφῆκε τὴν γλῶτταν. Φροντίσαι τοίνυν ἡ ὑμετέρα μεγαλοπρέπεια παρα κληθήτω, ἵνα μὴ περιγένηται τῆς ἀληθείας τὸ ψεῦδος. Τὴν αὐτὴν δὲ καὶ περὶ τῶν Κιλίκων προσφέρω παράκλησιν. Θρη νοῦντες γὰρ διατελοῦμεν ἕως ἂν ἡ παρανομία καταλυθῇ. Ταύτης δὲ τῆς σπουδῆς τὰς ἀμοιβὰς ἀντιδώσει τῶν ὅλων ὁ Κύριος, ὁ καὶ ὕδατος μικροῦ δώσειν μισθὸν ὑποσχόμενος.