Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
ΠΕΤΡΩ ΣΧΟΛΑΣΤΙΚΩ. Τῶν τὸ δίκαιον περὶ πολλοῦ ποιουμένων οὐδὲν ἱκανὸν ἐπισχεῖν τὸν ἐπαινούμενον τοῦτον σκοπόν. Βεβαιοῖ δὲ τὸν λόγον ἡ σὴ μεγαλοπρέπεια, ἀχθεσθεῖσα μὲν ἐπὶ τὰ πρώην ἀναγγελθέντα, οὐκ ἀνασχομένη δὲ παριδεῖν τὸ δίκαιον πολε μούμενον, ἀλλ' εἰς καιρὸν τὴν ἀθυμίαν ἀπορρίψασα, καὶ τὸν τῆς ἀληθείας ἐχθρὸν ἐνδίκως ἐπιστομίσασα. Ταῦτα μεμαθη κότες, θερμότερον περὶ τὴν σὴν διετέθημεν μεγαλόνοιαν, δεινότητι ῥητορικῇ φιλοσοφίαν ἀληθῆ κεκραμένην εὑρόντες, καὶ παρακαλοῦμεν σπουδαιότερον, καὶ τοῦ βελτίστου καταλῦ σαι τὸ ψεῦδος, καὶ τὴν τῶν ἀθλίων πενήτων κρατῦναι παραψυχήν.