Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1
ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΒΗΡΥΤΟΥ. Δέδεγμαι τὴν κατηγορίαν ἀσμένως, καίτοι διαλῦσαι ῥᾳδίως δυνάμενος τὴν γραφήν. Ἔγραψα γὰρ οὐ τρὶς μόνον, ἀλλὰ καὶ τετράκις. Δυοῖν δὲ θάτερον ὑποπτεύω· ἢ τοὺς τὰ γράμματα κομίζειν ὑπισχνουμένους περὶ τὴν ἀπόδοσιν ἀδικεῖν, ἢ τὴν σὴν θεοσέβειαν δεχομένην, εἶτα πλειόνων ὀριγνωμένην, ῥᾳστώ νης καθ' ἡμῶν ὑφαίνειν γραφήν. Ἐμὲ δέ, ὡς ἔφην, οὐκ ἀλγύνει τὸ κατηγόρημα· φίλτρου γὰρ ἐμπύρευμά μοι παραδηλοῖ. Ἔχου τοίνυν τῆς τέχνης, καὶ μὴ παύσῃ γραφόμενος, καὶ τὴν ἐντεῦ θεν ἡμῖν πραγματευόμενος ἡδονήν.