Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1
ΔΑΜΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΣΙΔΩΝΟΣ. Τὰ κάτοπτρα τῶν εἰσορώντων τὰς ὄψεις ἐκμάττεσθαι πέφυκεν. Οἱ τοίνυν εἰς ταῦτα βλέποντες τὰς οἰκείας ὁρῶσι μορφάς. Ταὐτὸ δὲ τοῦτο καὶ αἱ κόραι ποιοῦσι τῶν ὀφθαλμῶν· τοὺς γὰρ ἀλλοτρίους χαρακτῆρας ἐν ἑαυταῖς ἐκτυποῦσι. Τοιοῦτό τι καὶ ἡ σὴ πέπονθεν ὁσιότης. Οὐ γὰρ τὸ ἡμέτερον ἑώρακεν εἰδεχθές, ἀλλὰ τὴν οἰκείαν ὥραν εἶδεν καὶ τεθαύμα κεν. Ἐμοὶ γὰρ οὐδὲν ἐκείνων ὧν εἴρηκας πρόσεστιν. Εὔχομαι δὲ ὅμως τοὺς λόγους ἐκείνους βεβαιωθῆναι τοῖς ἔργοις· ἀντι βολῶ δὲ καὶ τὴν σὴν φιλοθεΐαν ἐπαρκέσαι ταῖς προσευχαῖς, ἵνα μὴ χωλεύωσιν αἱ εὐφημίαι τῆς ἀληθείας γεγυμνωμέναι.