Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
ΓΕΡΟΝΤΙΩ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ζωγραφοῦσι πολλάκις τοὺς τῶν ψυχῶν χαρακτῆρας οἱ λόγοι, καὶ τὰς ἀοράτους ἐκείνων εἰδέας ἀποκαλύπτουσιν· ὥσπερ ἀμέλει καὶ νῦν τῆς σῆς θεοσεβείας τὰ γράμματα τῆς ἱερᾶς σου ψυχῆς παρέδωκε τὴν εὐσέβειαν. Τὸ γὰρ προσμένειν ἐκεῖνο τὸ κριτήριον, καὶ δειμαίνειν, καὶ συνηγόρους περισκο πεῖν, καὶ προϋφαίνειν ἀπολογίαν, κηρύττει σαφῶς τῆς ψυχῆς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἡμεῖς δὲ νωθεῖς τινες καὶ ὑπνηλοί, καὶ ῥᾳστώνῃ συντεθραμμένοι καὶ πολλῆς προσευχῶν ἐπικου ρίας δεόμενοι. Ὄρεξον τοίνυν ταύτας, θεοφιλέστατε, ἵνα διαναστάντες νῦν γοῦν, ἐπιμέλειάν τινα τῆς ψυχῆς ποιησώ μεθα.