Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1
ΑΓΑΠΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἀξιάγαστα μὲν καὶ αὐτὰ καθ' αὑτὰ τῆς ἀρετῆς τὰ κατορ θώματα· ἀξιαγαστότερα δὲ φαίνεται γλώττης ἐπιτυχόντα διηγεῖσθαι λαμπρῶς αὐτὰ δυναμένης. Τούτων οὐδετέρου διή μαρτεν ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ κύριος Θωμᾶς· ἀλλὰ τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας αὐτὸς εἰσενήνοχε πόνους· ἔσχε δὲ καὶ γλῶτταν ἐπαινοῦσαν ἀξίως τοὺς πόνους, τῆς σῆς φιλοθεΐας. Ἡμεῖς δὲ αὐτὸν ἥδιον ἐθεασάμεθα μετὰ τοιαύτης ἀφικόμενον μαρτυρίας· καὶ πρὸς ὀλίγον αὐτοῦ μετασχόντες τῆς συνουσίας, εἰς τὴν ἐγχειρισθεῖσαν προεπέμψαμεν πόλιν.