Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
ΙΒΑ ΕΠΙΣΚΟΠΩ ΕΔΕΣΗΣ. Τῆς κοινῆς, οἶμαι, προμηθούμενος σωτηρίας, ὁ τῶν ὅλων Θεὸς συμφορὰς ἐπιφέρει τισί τινας, ἵνα τοῖς μὲν ἡμαρτη κόσιν ἀλεξίκακον ἡ παιδεία γένηται φάρμακον, τοῖς δὲ τῆς ἀρετῆς ἀθληταῖς καρτερίας ὑπόθεσις, τοῖς δέ γε ταύτας θεω μένοις ἀρχέτυπον ὀνησιφόρον. Πεφύκαμεν γάρ πως ἀνα πίμπλασθαι δέους, ἄλλους τιμωρουμένους ὁρῶντες. Ταῦτα λογιζόμενος, τὰ τῆς Λιβύης κακὰ κέρδος ὑπολαμβάνω κοινόν. Πρῶτον μὲν γὰρ τὴν προτέραν ἐκείνων ἐνθυμούμενος εὐπρα ξίαν, καὶ βλέπων τὴν ἀθρόαν μεταβολήν, ὁρῶ τῶν ἀνθρωπίνων πραγμάτων τὰς ἀγχιστρόφους τροπάς, καὶ διδάσκομαι μήτε ταῖς εὐημερίαις ὡς διαρκέσι θαρρεῖν, μήτε τὰς δυσκληρίας ὡς χαλεπὰς δυσχεραίνειν. Εἶτα τῶν πεπλημμελημένων ἀνα νεοῦμαι τὴν μνήμην, καὶ δέδοικα μὴ τοῖς ἴσοις περιπέσω παθήμασι. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, τὸν θεοφιλέστατον ἐπίσκοπον Κυπριανὸν γνώριμον ποιῶν τῇ σῇ ὁσιότητι· ὃς ὁρμᾶται μὲν ἐκ τῆς πολυθρυλήτου Λιβύης, ἠνάγκασται δὲ τὴν ξένην περινοστεῖν, διὰ τὴν τῶν βαρβάρων ὠμότητα. Γράμματα δὲ ἡμῖν κεκόμικεν τοῦ ὁσιωτάτου ἐπισκόπου τοῦ κυρίου Εὐσε βίου, ὃς τὸ Γαλατῶν ἔθνος ἰθύνει σοφῶς. Τοῦτον μετὰ τῆς συνήθους φιλοφροσύνης ὑποδεξαμένη σου ἡ φιλοθεΐα, προ πεμψάτω μετὰ γραμμάτων πρὸς οὓς ἂν ἐθέλῃ κυρίους καὶ θεοφιλεστάτους ἐπισκόπους· ἵν' αὐτὸς μὲν τῆς αἰσθητῆς ἀπο λαύσῃ παραψυχῆς, ἀντιδῷ δὲ αὐτοῖς τὰ ἐπουράνια καὶ μόνιμα κέρδη.

Intertext edge

Open linked passage

Note