Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1
ΣΩΦΡΟΝΙΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΗΣ. Καὶ τὸ φιλόδωρον καὶ τὸ μεγαλόδωρον τῆς σῆς, θεοφιλέ στατε, δεξιᾶς ἐπιστάμενος, προξενῶ σου τῇ ὁσιότητι ποθού μενον κέρδος. Ὥσπερ γὰρ τοὺς περὶ τὰ παρόντα κεχηνότας, οἱ τῆς διὰ χρημάτων θεραπείας δεόμενοι ἀνιῶσιν ὁρώμενοι· οὕτως εὐφραίνουσι τοὺς φιλοτίμους οἱ τοιοῦτοι φαινόμενοι, ἐπειδὴ τῶν ἐπουρανίων πραγμάτων ἐφίενται. Εἷς τοίνυν τῶν ἐκεῖνα προξενούντων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος Κυ πριανός· ὃς πάλαι μὲν τῶν ἄλλους θεραπευόντων ἐτύγχανεν ὤν, νῦν δὲ τὰς τῆς Λιβύης τραγῳδῶν συμφοράς, εἰς τὰς ἄλλων ἀποβλέπει χεῖρας, καὶ τῶν φιλοθέων ψυχῶν τὴν φιλοτιμίαν προσμένει. Ἀπολαυσάτω τοίνυν καὶ αὐτὸς τῆς σῆς φιλαδελ φίας, καὶ μετὰ γραμμάτων πρὸς ἑτέρους προπεμφθήτω λιμέ νας.