Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1
ΕΥΤΡΕΧΙΩ ΥΠΑΡΧΩ. Δέδωκεν ἡμῖν τῶν ὅλων ὁ Πρύτανις καὶ τοῦτο, τῆς ὑμετέ ρας μεγαλοφυΐας ἀκοῦσαι τὸ γέρας, καὶ συνησθῆναι μὲν ὑμῖν οὕτω τετιμημένοις, συνησθῆναι δὲ τοῖς ἀρχομένοις ὑπὸ τοιαύ της ἰθυνομένοις πραότητος. Ἐγὼ δὲ ἄδικον ᾠήθην σιγῇ κρύψαι τὴν εὐθυμίαν, καὶ μὴ δηλῶσαι ταύτην τοῖς γράμμασιν. Ὅτι γὰρ θερμοὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ὑπάρχομεν ἐρασταί, παρ' ὑμῶν τοῦ φίλτρου τὰς ἀμοιβὰς εἰληφότες, πέπεισται πάντως ἡ ὑμετέρα μεγαλοπρέπεια. Ὡς ἐρασταὶ δὲ τοιοῦτοι, τὸν τῶν ἀγαθῶν ἱκετεύομεν χορηγὸν ταῖς παντοδαπαῖς αὑτοῦ δωρεαῖς περικλύζειν ὑμᾶς ἀεί.