Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1
ΝΟΜΩ ΥΠΑΤΩ. Διχῆ μοι μερίζει τὴν γνώμην ἡ περὶ τοῦ γράψαι τῷ ὑμετέρῳ μεγέθει βουλή. Τῶν μὲν γὰρ ὑμετέρων φρενῶν εἰδὼς ἐξηρτη μένα τὰ πράγματα, καὶ τὰς κοινὰς ὑμῖν ἐπικειμένας φροντίδας ὁρῶν, ἄμεινον ἡγοῦμαι σιγᾶν· τὸ εὐρὺ δὲ πάλιν καὶ πολυχώρη τον τῆς ὑμετέρας ἐπιστάμενος διανοίας, σιωπᾶν οὐκ ἀνέχο μαι, δεδιὼς μὴ ῥᾳστώνης ὀφλήσω γραφήν. Κεντεῖ δέ με καὶ πόθος, ὃν ἡ βραχεῖα γεῦσις τῆς ὑμετέρας ἐνεποίησε θέας. Ἐμφορηθῆναι γάρ με ταύτης ἐστέρησε τῆς τρισμακαρίας ἐκείνης κεφαλῆς ἡ νόσος καὶ τελευτή. Οὗ δὴ χάριν ἐπινοῶ μοι φάρμακον ψυχαγωγίας τὰ γράμματα. Τὸν δὲ τῶν ὅλων ἱκετεύω Δεσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες.