Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
59.1
ΚΛΑΥΔΙΑΝΩ. Τὰς εἰλικρινεῖς φιλίας οὔτε τοπικὴ διάστασις διαλύειν ἰσχύει, οὔτε χρόνος ἐξιτήλους ἐργάζεται. Τοῖς μὲν γὰρ σώ μασι λυμαίνεται, καὶ τὸ μὲν ἄνθος ἀποσυλᾷ, τὸ δὲ γῆρας ἐπάγει· τῆς δέ γε φιλίας αὔξει τὸ ἄνθος, πλείονα προσφέρων τὰ ζώπυρα. Διά τοι τοῦτο κἀγὼ πολλοῖς σταθμοῖς τῆς σῆς μεγαλοπρεπείας ἀφεστηκώς, τὴν προσρητικὴν ταύτην ἐπιστο λὴν γράφω, τοῖς τῆς φιλίας δηλονότι νυττόμενος κέντροις. Κομίζει δὲ ταύτην Πατρώϊνος ὁ δρακωνάριος, ἀνὴρ αἰδοῦς ἀξιώτατος διὰ τὴν τῆς ψυχῆς ἀρετήν· τοὺς γὰρ θείους νόμους μετὰ πολλῆς φυλάττειν προθυμίας ἐπείγεται. Μηνῦσαι τοίνυν ἡμῖν δι' αὐτοῦ, θαυμασιώτατε, καταξίωσον τὴν ἀξιάγαστον ἡμῖν τοῦ σοῦ μεγέθους ὑγείαν, καὶ τὸ τριπόθητον τῆς ὑποσχέ σεως πέρας.

Intertext edge

Open linked passage

Note