Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1
ΔΙΟΣΚΟΡΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Πολλοῖς μὲν καὶ ἄλλοις εἴδεσιν ἀρετῆς κοσμεῖσθαι τὴν σὴν ἁγιωσύνην ἀκούομεν– ὑπόπτερος γὰρ ἡ φήμη πάντοσε δια δραμοῦσα τῆς σῆς εὐκλείας τὰς ἁπάντων ἐνέπλησεν ἀκοάς–· οὐχ ἥκιστα δὲ ἅπαντες ᾄδουσι τὸ τοῦ φρονήματος μέτριον· ὃ νομοθετῶν ὁ Δεσπότης ἑαυτὸν ἡμῖν ἀρχέτυπον προὔθηκεν, Μάθετε, λέγων, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπει νὸς τῇ καρδίᾳ. Φύσει γὰρ ὢν ὑψηλός, μᾶλλον δὲ ὕψιστος Θεός, τὸ πρᾶον καὶ ταπεινὸν ἐνανθρωπήσας ἠσπάσατο φρό νημα. Εἰς αὐτὸν οὖν ἀφορῶν, οὐχ ὁρᾷς, δέσποτα, τῶν ἀρχο μένων τὸ πλῆθος, οὐδὲ τῶν θρόνων τὸ ὕψος, ἀλλὰ τὴν φύσιν βλέπεις, καὶ τὰς ἀγχιστρόφους τοῦ βίου μεταβολάς, καὶ τοῖς θείοις νόμοις ἀκολουθεῖς, ὧν ἡ φυλακὴ προξενεῖ τῶν οὐρανῶν τὴν βασιλείαν. Ταύτην σου τῆς ὁσιότητος τὴν ταπεινοφροσύ νην ἀκούων, θαρρῶ διὰ γραμμάτων τὴν ἱεράν σου καὶ Θεῷ φίλην περιπτύξασθαι κεφαλήν, καὶ προσευχὰς ἐπαγγέλλω, ὧν ὁ καρπὸς σωτηρία. Πρόξενος δέ μοι τούτων γεγένηται τῶν γραμμάτων ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέβιος· τὴν αὐ τόσε γὰρ ἀποδημίαν αὐτοῦ μαθών, παραυτίκα τὴν ἐπιστολὴν ὑπηγόρευσα, παρακαλῶν σου τὴν ἁγιότητα, ταῖς μὲν εὐχαῖς ἡμᾶς ὑπερεῖσαι, τοῖς δὲ γράμμασι τὴν πνευματικὴν πανδαισίαν ἐνθεῖναι, καὶ πεινῶσιν ἐκπέμψαι τὴν ἀξιάγαστον τῶν λόγων εὐωχίαν.

Intertext edge

Open linked passage

Note