Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
ΑΡΧΙΒΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Οὐκ ἠμέλησα τὰς δύο πρώην δεξάμενος τῆς σῆς θεοσεβείας ἐπιστολάς, ἀλλ' ἐπέστειλα παραυτίκα, καὶ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ Εὐσεβίῳ τὰ γράμματα δέδωκα. Μελλήσεως δὲ γενομένης τινός, τὸ παρὸν νῦν ἀνεβάλετο. Ἡ γὰρ ὥρα λοιπὸν εἴσω τῶν λιμένων κατεῖχε τὰ σκάφη, τοῦ πελάγους ὑποδει κνῦσα τὴν ζάλην, καὶ ναύτας καὶ κυβερνήτας διαναπαύουσα. Ἐκτίνω τοίνυν τόδε ἐπὶ τοῦ παρόντος τὸ χρέος, οὐχ ἵνα μὴ ὀφείλω, ἀλλ' ἵνα τὸ χρέος αὐξήσω, Τοῦτο γὰρ τὸ ὄφλημα πολ λαπλάσιον ἐκτιννύμενον γίνεται. Οἱ γὰρ φυλάττειν ἐσπουδα κότες τῆς φιλίας τοὺς νόμους, ἐρεθίζουσι τὸ φίλτρον, καὶ θερμότερον ἀπεργάζονται, καὶ τὸν σπινθῆρα ποιοῦσι πυρσόν· ὑπὸ δὲ τούτου πυρπολούμενοι, νικᾶν ἀλλήλους τῷ πόθῳ φιλο τιμοῦνται. Δέξαι τοίνυν τὴν ἀπολογίαν, ὦ σεβασμία μοι κεφαλή, καὶ δὸς τὴν συγγνώμην, καὶ πέμψον ἡμῖν ἐπιστολήν, τὴν σὴν ὑγείαν μηνύουσαν.