Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
ΙΩΑΝΝΗ ΠΡΕΣΒΥΤΕΡΩ. Τὸ Λάθε βιώσας, εἴρηκε μέν τις τῶν πάλαι καλουμένων σοφῶν. Ἐγὼ δὲ τὴν γνώμην ἐπαινέσας, ἐβουλήθην ἔργῳ βε βαιῶσαι τὸν λόγον. Οὐδὲν γὰρ ἀπεικὸς ᾠήθην ποιεῖν καὶ παρὰ τῶν ἄλλων συλλέγων τὸ χρήσιμον. Καὶ γὰρ τὰς μελίττας φασὶν οὐκ ἀπὸ τῶν ἐδωδίμων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πικρῶν βοτα νῶν, καὶ τὰ κηρία συλλέγειν καὶ τὴν γλυκεῖαν δρόσον ἀρύεσθαι. Εἶδον δὲ ἔγωγε καὶ πέτραις ἀγόνοις ἐνιζανούσας καὶ τὴν νοτίδα τὴν ὀλίγην ἀνιμωμένας. Πολλῷ δὲ δήπουθεν δικαιότε ρον τοὺς τῷ λόγῳ τετιμημένους πάντοθεν καρποῦσθαι τὴν ὠφέλειαν. Ἐγὼ μὲν οὖν, ὡς ἔφην, πειρῶμαι λανθάνειν καὶ πάντων μάλιστα τὴν ἡσυχίαν ἀσπάζομαι. Ἐπανελθὼν δὲ πρώην ἀπὸ τῆς ὑμετέρας ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέ βιος, ἀπήγγειλε συνουσίαν ὑμῖν τινα γεγενῆσθαι, καὶ μεταξὺ λόγου τινὸς καὶ τὴν περὶ ἡμῶν κινηθῆναι, καὶ τὴν σὴν θεο σέβειαν εὐφήμως τῆς ἐμῆς μνησθῆναι σμικρότητος. Ἐγὼ δὲ ἄγνωμον ᾠήθην, καὶ λίαν ἄδικον, τὸν εὖ καὶ καλῶς μεμνημένον μὴ τοῖς ἴσοις ἀμείψασθαι. Εἰ γὰρ καὶ μηδὲν ἄξιον εὐφημίας εἰργάσμεθα, ἀλλ' οὖν τῶν οὕτως ἐπαινούντων θαυμάζομεν τὸν σκοπόν. Ἀγάπης γὰρ ὁ τοιοῦτος ἔπαινος ἔκγονος. Προσ φθέγγομαι τοίνυν τὴν σὴν θεοσέβειαν, διακόνῳ χρώμενος τῶν γραμμάτων ἐκείνῳ, ὃς καὶ τοὺς ἀγράφους σου λόγους, οὓς περὶ ἡμῶν διεξῆλθες, πρώην ἡμῖν κεκόμικε. Δεξάμενος τοίνυν, θεοφιλέστατε, τὴν ἐπιστολήν, ἄμειψαι τὰ γράμματα γράμμασιν. Ἦρξας μὲν γὰρ λόγων αὐτός, ἐγὼ δὲ γραμμάτων· καὶ ἠμειψά μην γράμμασι τοὺς λόγους. Λείπεται τοίνυν σε τὰ γράμματα γράμμασιν.