Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
ΕΟΡΤΑΣΤΙΚΗ. Τῶν μὲν ἄλλων τῆς ἑορτῆς ἀγαθῶν συνήθως ἀπελαύσαμεν. Καὶ γὰρ τὴν τῶν σωτηρίων παθημάτων ἑωρτάσαμεν μνήμην, καὶ διὰ τῆς Δεσποτικῆς ἀναστάσεως ἐδεξάμεθα τὰ τῆς κοινῆς ἀναστάσεως εὐαγγέλια, καὶ τὴν ἄρρητον τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν φιλανθρωπίαν ὑμνήσαμεν· ἡ δὲ τῶν Ἐκκλησιῶν ζάλη καθαρᾶς μεταλαχεῖν εὐφροσύνης οὐκ εἴασεν. Εἰ γὰρ ἑνὸς μέλους ἀλγοῦντος ὅλον κοινωνεῖ τῆς ὀδύνης τὸ σῶμα, παντὸς ταραττομένου τοῦ σώματος πῶς ἔνεστι μὴ θρηνεῖν; Ἐπιτεί νει δὲ ἡμῖν τὴν ἀθυμίαν τὸ νομίζειν εἶναι ταῦτα τῆς παντε λοῦς ἀποστασίας προοίμιον. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, εἰ μὲν ταῦτα οὕτως ἔχει, τῆς θείας ἡμᾶς ἐπικουρίας τυχεῖν, ἵνα δυνηθῶμεν ἀντιστῆναι, κατὰ τὸν θεῖον Ἀπόστολον, τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Εἰ δέ τις χρόνος ὑπολέλειπται τῇ τοῦδε τοῦ βίου συστάσει, λυθῆναι τὸν κλύδωνα, καὶ τὴν προ τέραν γαλήνην τὰς Ἐκκλησίας ἀπολαβεῖν· ἵνα μὴ ἐπιπλεῖστον οἱ τῆς ἀληθείας ἐχθροὶ ταῖς ἡμετέραις ἐπαγάλλωνται συμφο ραῖς.