Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1
ΕΟΡΤΑΣΤΙΚΗ. Ἡνίκα μὲν τὸ σωτήριον πάθος ὑπὲρ τοῦ γένους τῶν ἀνθρώ πων ὁ Δεσπότης ὑπέμεινεν, ἠθύμει λίαν ὁ τῶν ἱερῶν ἀποστό λων χορός· οὐ γὰρ ᾔδεσαν ἀκριβῶς τὸν τοῦ πάθους καρπόν. Ἐπειδὴ δὲ ἔγνωσαν τὴν ἐντεῦθεν βλαστήσασαν σωτηρίαν, εὐαγγέλιον ἐκάλεσαν τοῦ πάθους τὸ κήρυγμα, καὶ τοῦτο πᾶσιν ἀνθρώποις προθύμως προσήνεγκαν. Οἱ δὲ πεπιστευκότες, ἅτε δὴ τὸν νοῦν φωτισθέντες, ἀσπασίως τοῦτο δεξάμενοι, ἑορτά ζουσι τοῦ πάθους τὴν μνήμην, καὶ τὸν τοῦ θανάτου καιρὸν δημοθοινίας ἔχουσι καὶ πανηγύρεως ἀφορμήν. Συνημμένη γὰρ ἡ ἀνάστασις ἀπελαύνει τοῦ θανάτου τὸν θρῆνον, καὶ τῆς κοινῆς ἀναστάσεως ἐχέγγυος γίνεται. Ταύτης ἐπὶ τοῦ παρ όντος μεταλαχόντες τῆς ἑορτῆς, προσφθεγγόμεθά σου τὴν θεοσέβειαν, οἷόν τινα εὐοσμίαν ἐκπέμποντες τῆς ἑορτῆς τὰ μηνύματα.