Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1
ΖΗΝΩΝΙ ΣΤΡΑΤΗΓΩ. Τὸ μὲν τοῖς ἀνθρωπείοις παθήμασι βάλλεσθαι, πάντων ἀνθρώπων κοινόν· τὸ δὲ φέρειν γενναίως καὶ τῆς τούτων περιγίνεσθαι προσβολῆς, οὐκ ἔτι κοινόν. Ἐκεῖνο μὲν γὰρ τῆς φύσεως, τοῦτο δὲ τῆς προαιρέσεως. Διὸ δὴ καὶ τοὺς φιλοσο φοῦντας θαυμάζομεν, ὡς τὰ βέλτιστα προαιρουμένους καὶ γνώμῃ τὰ πάθη νικῶντας. Τὴν δὲ φιλοσοφίαν κατασκευάζει τὸ ἐν ἡμῖν λογικόν, ἡγούμενον τῶν παθῶν, ἀλλ' οὐκ ἀγόμενον ὑπ' αὐτῶν. Ἓν δὲ τῶν ἀνθρωπείων παθημάτων ἡ λύπη· ταύ της περιγίνεσθαι παρακαλοῦμεν τὴν ὑμετέραν μεγαλοπρέ πειαν. Ῥᾴδιον δὲ τοῖς καθ' ὑμᾶς νικῆσαι τὸ πάθος, τήν τε φύσιν λογιζομένοις καὶ τὸ ἀκερδὲς τοῦ πένθους ἐνθυμουμέ νοις. Τίς γὰρ ὄνησις ἔσται τοῖς ἀπελθοῦσιν, ἡμῶν ὀλοφυρο μένων καὶ θρήνοις κεχρημένων; Ὅταν τοίνυν τὸ κοινὸν τῶν ὠδίνων εἰς νοῦν λαμβάνωμεν, καὶ τὸν μακρὸν τῆς συνηθείας χρόνον, καὶ τὰς λαμπρὰς στρατηγίας, καὶ τὰς πολυθρυλήτους ἀριστείας, λογισώμεθα ὡς καὶ ἄνθρωπος ὁ τούτοις κοσμού μενος, καὶ ὑπὸ τὸν ὅρον τοῦ θανάτου τελῶν· καὶ πρὸς τούτοις, ὅτι Θεὸς πρυτανεύει τὰ σύμπαντα, καὶ τὸ συνοίσειν μέλλον ἀκριβέστερον ἐπιστάμενος, πρὸς τοῦτο κυβερνᾷ τὰ ἀνθρώπεια. Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ γέγραφα, παρακαλῶν τὴν ὑμε τέραν μεγαλοφυΐαν χαρίσασθαι πᾶσιν ἡμῖν τὴν ὑμετέραν ὑγείαν, ἣν οἶδεν εὐθυμία φυλάττειν, ἀθυμία δὲ λύειν. Διὰ γάρ τοι τοῦτο καὶ τὴν ἐπιστολὴν ἔγραψα, τῆς κοινῆς προμη θούμενος ὠφελείας.