Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1
ΕΥΓΡΑΦΙΑ. Εἰ μή με τὰ τῆς ἀνάγκης κατεῖχε δεσμά, εὐθὺς ἂν ἔδραμον, τὴν κοίμησιν γνοὺς τοῦ μεγαλοπρεποῦς καὶ ἀοιδίμου ὁμοζύγου τῆς σῆς θαυμασιότητος. Παμπόλλας γὰρ ὑμῖν ὀφείλω χάριτας, διαφόρως ἐγὼ παντοδαπῆς τιμῆς παρ' ὑμῶν ἀπολαύσας. Ἐπειδὴ δὲ ἄκων ἐκωλύθην ἀποδοῦναι τὸ χρέος, ἄτοπον ᾠήθην γράμματα πέμψαι παρ' αὐτὴν τὴν τοῦ πένθους ἀκμήν, οὔτε τοῦ γραμματοφόρου συντυχεῖν δυναμένου τῇ σεμνοπρεπείᾳ τῇ σῇ, οὔτε τῆς ὀδύνης συγχωρούσης τοῖς γράμμασιν ἐντυ χεῖν. Τοῦ δὲ λογισμοῦ λοιπὸν χώραν ἐσχηκότος ἀνανῆψαι, καὶ ἄγξαι τὸ πάθος, καὶ κολάσαι τοῦ πένθους τὴν ἀμετρίαν, ἐθάρρησα γράψαι καὶ τὴν σὴν παρακαλέσαι θαυμασιότητα, καὶ τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένην, καὶ τὸ κοινὸν τοῦ πάθους λογιζομένην, καὶ πρὸς τούτοις τὰ θεῖα πεπαιδευμένην, μετρῆ σαι τῇ πίστει τὴν ἀθυμίαν. Οὐ γὰρ ἀπέθανεν ὁ πάντα ἄριστος ἐκεῖνος ἀνήρ, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἀλλὰ καθεύδει ὕπνον τοῦ συνήθους μακρότερον. Ταύτην γὰρ ἡμῖν ὁ Δεσπότης δέδωκε τὴν ἐλπίδα· ταύτην ἐκ τῶν θείων λογίων δεδέγμεθα τὴν ὑπόσχεσιν. Οἶδα μὲν οὖν, ὡς ἀνιαρὸν ὁ χωρι σμός, καὶ λίαν ἀνιαρόν, καὶ διαφερόντως ὅταν καὶ ἠθῶν εὐαρμοστία, καὶ χρόνος μακρότερος τὴν φιλίαν αὐξήσῃ· ἀλλ' ἀποδημίας ἔστω, μὴ τελευτῆς, ἡ λύπη. Διαφερόντως δὲ τοῖς ἐν εὐσεβείᾳ τεθραμμένοις ἡ τοιαύτη προσήκει φιλοσοφία· ᾗ καὶ τὴν ὑμετέραν σεμνοπρέπειαν κοσμηθῆναι παρακαλῶ. Προσφέρω δὲ τὴν παραίνεσιν, οὐχ ὡς ἀναλγησίαν νοσῶν· τῷ ὄντι γὰρ ἤλγησα τὴν ψυχήν, τῆς φίλης ἐμοὶ κεφαλῆς τὴν ἐκδημίαν μεμαθηκώς. Ἀλλ' εἰς νοῦν ἔβαλον τῶν ὅλων τὸν Πρύτανιν, καὶ τὴν ἄρρητον αὐτοῦ σοφίαν, τὴν ἅπαντα πρὸς τὸ συμφέρον οἰκονομοῦσαν. Καὶ τὴν σὴν παρακαλῶ θαυμασιό τητα ταῦτα δὴ λογίζεσθαι, καὶ τοῦ πάθους περιγενέσθαι, καὶ τὸν πάντων ἡμῶν Δεσπότην ὑμνῆσαι Θεόν· ἀρρήτῳ γὰρ προ μηθείᾳ κεχρημένος τὰ καθ' ἡμᾶς κυβερνᾷ.