Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1
ΕΥΣΤΑΘΙΩ ΕΠΙΣΚΟΠΩ ΑΙΓΩΝ. Τραγῳδίας ἄξιον τὸ κατὰ τὴν εὐγενεστάτην Μαρίαν διήγημα. Αὕτη γάρ ἐστι μὲν θυγάτηρ τοῦ μεγαλοπρεπεστάτου Εὐδαίμονος, ὡς καὶ αὐτή φησι καὶ ἄλλοι τινὲς μεμαρτυρήκα σιν. Ἐν δὲ τῇ καταλαβούσῃ συμφορᾷ τὴν Λιβύην, τῆς προγο νικῆς ἐλευθερίας ἐξέπεσε, καὶ εἰς δουλείαν μετέπεσεν. Ἔμπο ροι δέ τινες, αὐτὴν παρὰ τῶν βαρβάρων πριάμενοι, διεπώλησάν τισι τὴν ἡμετέραν οἰκοῦσιν. Συνεπράθη δὲ αὐτῇ καὶ παιδίσκη, πάλαι τὴν οἰκετικὴν τάξιν ἔχουσα παρ' αὐτῇ· κοινῇ τοίνυν εἷλκον τὸν πικρὸν τῆς δουλείας ζυγόν, ἥ τε θεράπαινα καὶ ἡ δέσποινα. Ἀλλ' οὐκ ἠθέλησεν ἀγνοῆσαι τὸ διάφορον ἡ θερά παινα, οὐδὲ τῆς προτέρας ἐπελάθετο δεσποτείας· ἀλλὰ τὴν εὔνοιαν τῇ συμφορᾷ διεφύλαξε, καὶ μετὰ τὴν τῶν κοινῶν δεσποτῶν θεραπείαν ἐθεράπευε τὴν νομιζομένην ὁμόδουλον, ἀπονίπτουσα πόδας, ἐπιμελομένη στρωμνῆς, καὶ τῆς ἄλλης ὡσαύτως ἐπιμελείας φροντίζουσα. Τοῦτο τοῖς πριαμένοις ἐγένετο γνώριμον. Ἐντεῦθεν ἐθρυλήθη κατὰ τὴν πόλιν ἥ τε ταύτης ἐλευθερία καὶ τῆς θεραπαίνης ἡ εὐτροπία. Ταῦτα μεμαθηκότες οἱ παρ' ἡμῖν ἱδρυμένοι πιστότατοι στρατιῶται– ἐγὼ γὰρ τηνικαῦτα ἀπῆν–, καὶ τοῖς πριαμένοις ἀπέδοσαν τὴν τιμὴν καὶ ταύτην τῆς δουλείας ἐξήρπασαν. Ἐγὼ δὲ μετὰ τὴν ἐπάνοδον, διδαχθεὶς καὶ τὸ δρᾶμα τῆς συμφορᾶς, καὶ τῶν στρατιωτῶν τὴν ἀξιέπαινον ὄρεξιν, τὰ ἀγαθὰ μὲν ἐπηυξάμην ἐκείνοις, τὴν εὐγενεστάτην δὲ κόρην τῶν εὐλαβεστάτων τινὶ διακόνων παρέδωκα, σιτηρέσιον ἀρκοῦν χορηγεῖσθαι παρεγ γυήσας. Δέκα δὲ διεληλυθότων μηνῶν, μαθοῦσα τὸν πατέρα ζῆν ἔτι καὶ ἄρχειν ἐν τῇ Δύσει, ἐπεθύμησεν εἰκότως πρὸς ἐκεῖνον ἐπανελθεῖν· καί τινων εἰρηκότων, ὡς ἀπὸ τῆς Ἑσπέ ρας ἔμποροι πλεῖστοι καταίρουσιν εἰς τὴν νῦν παρ' ὑμῖν ἐπι τελουμένην πανήγυριν, ᾔτησε μετὰ γραμμάτων ἐμῶν τὴν ἀποδημίαν ποιήσασθαι. Τούτου χάριν ταύτην γέγραφα τὴν ἐπιστολήν, παρακαλῶν σου τὴν θεοσέβειαν, ὡς εὐγενοῦς φρον τίσαι βλαστήματος, καὶ κελεῦσαί τινι τῶν εὐλαβείᾳ κοσμου μένων, καὶ ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις διαλε χθῆναι, καὶ πιστοῖς αὐτὴν ἀνδράσι παραδοῦναι, ἀποκαταστῆσαι τῷ πατρὶ δυναμένοις. Πάντως γὰρ ὅτι πάμπολλα κερδανοῦσι παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα τῷ πατρὶ τὴν παῖδα προσ άγοντες.