Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1
ΑΠΟΛΛΩΝΙΩ. Θεμιστοκλέα τὸν Νεοκλέους, τὸν ἄριστον ἐκεῖνον καὶ ἀξιά γαστον στρατηγόν, θαυμάζων ὁ συγγραφεὺς φυσικὴν αὐτῷ μόνην προσμεμαρτύρηκεν ἀρετήν· Περικλέα δὲ, τὸν Ξαν θίππου, καὶ τὴν ἀπὸ τῆς παιδείας ἔφη προσειληφέναι δεινό τητα καὶ τὴν πειθὼ τοῖς λόγοις ἐπιστάζειν, καὶ ταύτῃ κατα κηλεῖν τοὺς ἀκούοντας, καὶ ἱκανὸν γενέσθαι γνῶναί τε τὰ δέοντα, καὶ ἑρμηνεῦσαι ταῦτα. Οὐδὲν γὰρ ἀπεικὸς περὶ αὐτοῦ γράφοντα τοῖς αὐτοῦ λόγοις κεχρῆσθαι. Ταῦτα καὶ τὴν σὴν λαμπρύνει μεγαλοπρέπειαν. Καὶ γὰρ δεξιάν σοι φύσιν ἔδωκεν ὁ δημιουργήσας Θεός, καὶ τῆς παιδείας ἡ μετουσία τὸ ταύτης δείκνυσι κάλλος. Οὐδὲν τοίνυν ἐλλείπει τῷ πλούτῳ τῆς ἀρε τῆς, ἢ μόνη τοῦ πεποιηκότος ἡ γνῶσις· ταύτης γὰρ προσ γενομένης, τελεοτάτην ἕξομεν τῶν ἀγαθῶν τὴν φοράν. Ταῦτα γνοὺς ὑμῶν τὴν ἄφιξιν ἐπιστέλλω, τὸν τῶν ἀγαθῶν ἀντιβο λῶν χορηγόν, καὶ φωτὸς ἀκτῖνα χαρίσασθαι τῷ τῆς ψυχῆς ὀπτικῷ, καὶ τῆς δωρεᾶς ἐπιδεῖξαι τὸ μέγεθος, καὶ τῆς κτή σεως ἐκείνης ἐξάψαι τὸν ἔρωτα, καὶ ποθήσαντι δωρήσασθαι τὸ ποθούμενον.