Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
75.1
ΤΟΙΣ ΚΛΗΡΙΚΟΙΣ ΒΕΡΟΙΑΣ. Ἔγνων ὡς εἰκότως περὶ τὴν ὑμετέραν διάκειμαι θεοσέβειαν. Πέπεικε γάρ με τῆς εὐλαβείας ὑμῶν τὰ γράμματα, ὡς ἀγαπῶν ἀνταγαπῶμαι. Πολλὰς δὲ ἔχω τῆς περὶ ὑμῶν ἀγάπης τὰς ἀφορμάς. Πρῶτον μὲν, τὸ τὸν ὑμέτερον πατέρα, τὸν μέγαν ἐκεῖνον καὶ ἀποστολικὸν ἄνδρα, καὶ ἐμὸν γεγενῆσθαι πατέρα. Δεύτερον δέ, τὸ καὶ τὸν θεοσεβέστατον ἐπίσκοπον, τὸν νῦν τὴν ὑμετέραν Ἐκκλησίαν ἰθύνοντα, ὁμόψυχον ἔχειν καὶ γνή σιον ἀδελφόν. Τρίτον, τῶν πόλεων τὸ γειτόνημα. Τέταρτον, τὸ θαμὰ πρὸς ἀλλήλους ἡμᾶς φοιτᾶν. Ἱκανὸν δὲ τοῦτο καὶ τεκεῖν φιλίαν, καὶ τεχθεῖσαν αὐξῆσαι. Εἰ δὲ βούλεσθε, καὶ πέμπτην ἐρῶ· ἣν παρέχει συνάφειαν γλῶττα πρὸς ἀκοὴν– ἡ μὲν γὰρ προφέρει τοὺς λόγους, ἡ δὲ δέχεται τούτους–, ταύ την καὶ ἡμεῖς ἔχομεν πρὸς ὑμᾶς. Καὶ γὰρ ὑμεῖς ἥδιστα τῶν ἡμετέρων ἐπακούετε λόγων, κἀγὼ τὴν λιβάδα μου τὴν σμικρὰν ἀσπασίως εἰς ὑμᾶς ἀναλίσκω. Ὁ δὲ κολοφῶν τῆς ἑνώσεως, ἡ συμφωνία τῆς πίστεως· τὸ μηδὲν τῶν νόθων εἰσδέξασθαι δογμάτων, ἀλλὰ τὴν παλαιὰν ἐκείνην καὶ ἀποστολικὴν φυλάτ τειν διδασκαλίαν, ἣν ἡ σεβασμία ὑμῖν προσενήνοχε πολιά, ἣν ἀρετῆς ἱδρῶτες ἐξέθρεψαν. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν θεοσέβειαν νῦν πλείονα τῆς ποίμνης ποιήσασθαι προμήθειαν, καὶ φυλάξαι τῷ ποιμένι ταύτην ἀλώβητον, καὶ μετὰ παρρησίας εἰπεῖν τὸν ἀξιέπαινον τοῦ πατριάρχου λόγον· Θηριάλωτον οὐκ ἐνήνοχά σοι.

Intertext edge

Open linked passage

Note