Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1
ΕΥΛΑΛΙΩ ΕΠΙΣΚΟΠΩ ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ. Ἔγνων ὡς ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον, καὶ ἐνδέδωκεν ὁ Δεσπότης, ἵνα δείξῃ τὸν σῖτον, ἵνα τὸν χρυσὸν δοκιμάσῃ, ἵνα τοὺς δοξάζοντας ἀντιδοξάσῃ, ἵνα τοὺς ἀθλητὰς στεφανώσῃ, ἵνα τοὺς ἀριστέας ἀνακηρύξῃ. Ἐγὼ μέντοι δέδια καὶ φρίττω, οὐ περὶ ὑμῶν ἀγωνιῶν τῶν γενναίων τῆς ἀληθείας ἀγωνιστῶν, ἀλλ' εἰδὼς ὅτι συμβαίνει καὶ ἀσθενέστερον διακεῖσθαί τινας. Εἰ γὰρ ἐν δυοκαίδεκα ἀποστόλοις εἷς εὑρέθη προδότης, εὔδηλον ὅτι ἐν πολλαπλα σίοις ἀνθρώποις πλείους εὕροι τις ἂν τῆς τελειότητος ἀπο δέοντας. Ταῦτα λογιζόμενος συνεχύθην καὶ ἀθυμίας ἐνεπλή σθην πολλῆς. Εἰ γὰρ πάσχει ἓν μέλος, κατὰ τὸν θεῖον Ἀπόστολον, συμπάσχει πάντα τὰ μέλη. Μέλη δὲ ἀλλή λων ἐσμέν, καὶ εἰς ἓν σῶμα τελοῦμεν, κεφαλὴν ἔχοντες τὸν Δεσπότην Χριστόν. Μίαν δὲ ὅμως ἔσχον τοῦ πάθους παραψυ χήν, τὴν ὑμετέραν εἰς νοῦν λαμβάνων ὁσιότητα. Τοῖς γὰρ θείοις ἐντραφέντες λογίοις, καὶ παρὰ τοῦ ἀρχιποιμένος μεμα θηκότες τί τὸν ἀγαθὸν χαρακτηρίζει ποιμένα, εὔδηλον ὅτι τὴν ψυχὴν ὑμῶν θήσετε ὑπὲρ τῶν προβάτων. Ὁ γὰρ μισθωτός, ὅταν ἴδῃ τὸν λύκον ἐρχόμενον, φεύγει, ὅτι μισθω τός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων, κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὁ δὲ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Οὕτω καὶ στρατη γὸς ἄριστος οὐκ ἐν εἰρήνῃ δείκνυσι τὴν οἰκείαν ἀνδρείαν, ἀλλ' ἐν τῷ τοῦ πολέμου καιρῷ, καὶ τοὺς ἄλλους διεγείρων, καὶ αὐτὸς προκινδυνεύων τῆς στρατιᾶς. Ἄτοπον γὰρ τῆς μὲν στρα τηγικῆς αὐτὸν ἀπολαύειν τιμῆς, ἐν δὲ τῷ τῆς χρείας καιρῷ τοὺς κινδύνους ἀποδιδράσκειν. Ταῦτα καὶ οἱ τρισμακάριοι προφῆται διετέλουν ποιοῦντες· καὶ τῆς μὲν σωματικῆς σωτηρίας ἠμέλουν· πάντα δὲ πόνον καὶ κίνδυνον ὑπὲρ τῶν μισούντων αὐτοὺς καὶ ἀποστρεφομένων Ἰουδαίων ἀνεδέχοντο. Περὶ τούτων φησὶν ὁ θεῖος Ἀπόστολος, ὅτι Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Οὕτως οἱ θεῖοι ἀπόστολοι πᾶ σαν περινοστοῦντες τὴν οἰκουμένην ἐκήρυττον, οὐκ οἰκίαν ἔχοντες, οὐ κλίνην, οὐ στρωμνήν, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ τῶν ἀναγκαίων χρείαν· ἀλλ' αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι, καὶ μυρία θανάτων ὑπομένοντες εἴδη. Καὶ ταῦτα ὑπέμενον, οὐχ ὑπὲρ γνωρίμων ἀνθρώπων, ἀλλ' ὑπὲρ αὐτῶν ἐκείνων τῶν διωκόντων αὐτοὺς τοὺς κινδύνους αἱρού μενοι. Πολλῷ τοίνυν δικαιότερον ὑπὲρ ὁμοπίστων καὶ ἀδελφῶν καὶ τέκνων τὸν ἐπὶ τοῦ παρόντος προσβαλόντα κίνδυνον ἀναδέξασθαι. Ταύτην γὰρ τὴν φιλοστοργίαν ἔχει καὶ τῶν ἀλόγων ἡ φύσις· ἔστι γὰρ ἰδεῖν καὶ στρουθοὺς τῶν νεοττῶν ὑπερμαχοῦντας εἰς δύναμιν καὶ ἣν ἔχουσιν ἰσχὺν ὑπὲρ τού των εἰσφέροντας· καὶ τἄλλα δὲ τῶν πτηνῶν γένη τὸν ὑπὲρ τῶν ἐγγόνων κίνδυνον ἀναδέχεται. Καὶ τί λέγω τὰ πτηνά; Καὶ γὰρ ἄρκτοι καὶ παρδάλεις καὶ λύκοι καὶ λέοντες πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τῆς τῶν ἐγγόνων σωτηρίας αἱροῦνται· οὐ γὰρ φεύγουσι τοὺς ἐπιόντας, ἀλλὰ τὴν τούτων δέχονται προσβολὴν καὶ τῶν τέκνων ὑπερμαχοῦσι. Ταῦτα δὲ διεξῆλθον, οὐκ ἐκ τῆς τῶν ἀλόγων εἰκόνος εἰς ὑπομονὴν καὶ καρτερίαν τὴν ὑμετέραν φιλοθεΐαν ἀλείφων, ἀλλ' ἐμαυτὸν ἐπὶ τῇ ἀθυμίᾳ ψυχαγωγῶν, καὶ πείθων, ὡς οὐ καταλείψετε τοῦ Χριστοῦ τὴν ποίμνην τῶν λύκων ἐπιόντων ἀποίμαντον· ἀλλὰ τὸν ταύτης Κύριον εἰς συμμαχίαν καλέ σαντες, προθύμως ἀναδέξεσθε τὸν ὑπὲρ αὐτῆς ἀγῶνα. Ὁ γὰρ τοιοῦτος καιρὸς δείκνυσι, τίς μὲν ποιμήν, τίς δὲ μισθωτός, καὶ τίς μὲν φιλοπόνως ποιμαίνει, τίς δὲ τὸ μὲν γάλα ἐσθίει, καὶ τὰ ἔρια περιβάλλεται, τῆς δὲ τῶν προβάτων καταφρονεῖ σωτηρίας. Ἀλλὰ πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπ ενεγκεῖν. Ἐκεῖνο δὲ παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν, ὥστε τῶν σαθροτέρων πλείονα ποιήσασθαι πρόνοιαν· καὶ μὴ μόνον τοὺς σαλευομένους στηρίσαι, ἀλλὰ καὶ τοὺς πεπτωκότας ἐγεῖραι· οὐδὲ γὰρ οἱ ποιμένες τῶν νενοσηκότων ἀμελοῦσι προβάτων, ἀλλὰ χωρίζουσι μὲν αὐτὰ τῶν ἄλλων, πᾶν δὲ εἶδος αὐτοῖς θεραπείας προσφέρουσι. Τοῦτο καὶ ἡμῖν ποιητέον. Τοὺς γὰρ ὀλισθαίνοντας ἀναστῆσαι προσήκει, καὶ χεῖρα ὀρέξαι καὶ πα ραθαρσῦναι, καὶ τὰ ἐγγενόμενα δήγματα θεραπεῦσαι, καὶ μὴ ἀπαγορεῦσαι αὐτῶν τὴν σωτηρίαν, μηδὲ προδοῦναι τῷ στόματι τοῦ διαβόλου. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος Παῦλος διετέλει ποιῶν· καὶ Γαλάτας μετὰ τὸ σωτήριον βάπτισμα καὶ τὴν τοῦ θείου Πνεύματος χορηγίαν εἰς τὴν Ἰουδαϊκὴν ἀσθένειαν ἐξοκείλαντας, καὶ περιτομὴν δεξαμένους, ὠδύρατο μὲν καὶ ἐθρήνησεν ὑπὲρ πᾶσαν μητέρα φιλόστοργον, ἐθεράπευσε δὲ καὶ τῆς ἀρρωστίας ἐκείνης ἐλευθέρους ἀπέφηνε. Καὶ ἔστιν αὐτοῦ βοῶντος ἀκοῦσαι· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὕτω τὸν Κοριν θίων διδάσκαλον, τὴν μυσαρὰν ἐκείνην τετολμηκότα πορνείαν, καὶ ἐπαίδευσε πατρικῶς, καὶ ἐθεράπευσε λίαν ἐπιστημόνως, καὶ ἀποκόψας ἐν τῇ προτέρᾳ συνῆψεν ἐν τῇ δευτέρᾳ, καί φησιν· Ὥστε ὑμᾶς μᾶλλον χαρίσασθαι καὶ παρακα λέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Καὶ πάλιν· Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Οὕτω καὶ τοῖς τῶν εἰδωλοθύτων μεταλαμβάνουσι, καὶ ἐπε τίμησεν δεόντως, καὶ παρῄνεσεν προσηκόντως, καὶ τῆς χαλε πῆς ἠλευθέρωσε πλάνης. Τούτου χάριν καὶ ὁ Δεσπότης ἡμῶν Χριστός, τῶν ἀποστόλων τὸν πρῶτον, οὗ τὴν ὁμολογίαν οἷόν τινα κρηπίδα καὶ θεμέλιον τῆς Ἐκκλησίας κατέπηξεν, συνε χώρησεν σαλευθῆναι καὶ ἀρνηθῆναι, καὶ πάλιν αὐτὸν ἀνώρ θωσε, δύο κατὰ ταὐτὸ διδάσκων· μήτε ἑαυτοῖς θαρρεῖν, καὶ τοὺς σαλευομένους στηρίζειν. Ὀρέξατε τοίνυν χεῖρα, παρακαλῶ, τοῖς ὀλισθήσασιν, καὶ ἀναγάγετε αὐτοὺς ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, καὶ στήσατε ἐπὶ πέτραν τοὺς πόδας αὐτῶν· καὶ ἐμβάλετε εἰς τὸ στόμα αὐτῶν ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ἵνα γένηται αὐτῶν τὸ ὑπόδειγμα τῆς βλάβης ὑπό δειγμα σωτηρίας, καὶ ἴδωσι πολλοί, καὶ φοβηθῶσι, καὶ ἐλπί σωσιν ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ κωλυέσθωσαν μὲν τῆς μεταλήψεως τῶν ἱερῶν μυστηρίων, μὴ κωλυέσθωσαν δὲ τῆς τῶν κατηχουμένων εὐχῆς, μηδὲ τῆς τῶν θείων Γραφῶν ἀκρο άσεως, μηδὲ τῆς τῶν διδασκάλων παραινέσεως. Τῶν δὲ ἱερῶν κωλυέσθωσαν μυστηρίων, μὴ μέχρι θανάτου, ἀλλὰ χρόνον τινὰ ῥητόν· ἕως ἂν ἐπιγνῶσι τὴν νόσον, ἕως ἂν τὴν ὑγείαν ποθή σωσιν, ἕως ἂν ἀξίως θρηνήσωσιν, ὅτι τὸν ἀληθῆ βασιλέα καταλιπόντες πρὸς τὸν τύραννον ηὐτομόλησαν, καὶ τὸν εὐεργέ την ἐάσαντες τῷ πολεμίῳ προσεχώρησαν. Ταῦτα καὶ οἱ τῶν ἁγίων καὶ μακαρίων Πατέρων κανόνες διδάσκουσι. Γράφω δὲ ταῦτα, οὐ διδάσκων ὑμῶν τὴν ὁσιότητα, ἀλλ' ἀδελφικῶς ἀναμιμνῄσκων καὶ εἰδὼς ὅτι καὶ κυβερνήτης ἄρι στος, ἐν τῷ καιρῷ τοῦ χειμῶνος, καὶ τῆς παρὰ τῶν ναυτῶν ὑπομνήσεως δεῖται. Οὕτω καὶ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, ὁ πανεύφημος, ὁ τὰ πολυθρύλητα ἐκεῖνα θαυματουργήσας, τὴν τοῦ Ἰοθὸρ ἐδέξατο συμβουλήν, ἀνδρὸς ἔτι τῇ περὶ τὰ εἴδωλα πλάνῃ κατεχομένου. Οὐ γὰρ ἀπεῖδεν εἰς τὴν ἀσέβειαν, ἀλλὰ τῆς συμβουλῆς συνεῖδε τὸ χρήσιμον. Πρὸς δὲ τούτοις παρα καλῶ ὑμῶν τὴν ὁσιότητα σπουδαίαν ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσ ενεγκεῖν προσευχήν, ἵνα τὰς λειπομένας μοι τῆς ζωῆς ἡμέρας κατὰ τοὺς αὐτοῦ πολιτεύσωμαι νόμους. Ταῦτα διὰ τοῦ τιμιω τάτου καὶ εὐσεβεστάτου πρεσβυτέρου Στεφάνου γέγραφα· ὃν εἶδον ἡδέως διὰ τὴν τῶν ἠθῶν κοσμιότητα.

Intertext edge

Open linked passage

Note