Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
78.1
ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ. Ὅταν ὁ κυβερνήτης τι πάθῃ, ἢ ὁ πρωρεύς, ἢ τῶν ναυτῶν ὁ πρῶτος τὴν ἐκείνου χρείαν πληροῖ, οὐκ αὐτοχειροτόνητος κυβερνήτης γινόμενος, ἀλλὰ τῆς τοῦ σκάφους προμηθούμε νος σωτηρίας. Οὕτω πάλιν ἐν πολέμῳ, τοῦ στρατηγοῦ πεσόν τος, τῶν χιλιάρχων ὁ πρῶτος τὴν στρατηγίαν κοσμεῖ, οὐ τὴν ἐξουσίαν ἁρπάζων, ἀλλὰ τῶν ὁμοφύλων φροντίζων. Οὕτω καὶ ὁ τρισμακάριος Τιμόθεος τοῦ θεσπεσίου Παύλου τὸν τόπον ἐπλήρου παρ' ἐκείνου πεμπόμενος. Προσήκει τοίνυν τὴν σὴν θεοσέβειαν καὶ κυβερνήτου καὶ στρατηγοῦ καὶ ποιμένος σπου δὴν ἀναδέξασθαι, καὶ πάντα κίνδυνον ὑπὲρ τῶν τοῦ Χριστοῦ προβάτων μεθ' ἡδονῆς καταδέξασθαι, καὶ μὴ καταλιπεῖν ἔρημα κηδεμόνος τὰ θρέμματα· ἀλλὰ καὶ τὸ συντετριμμένον κατα δῆσαι, καὶ τὸ πεπτωκὸς ἀνορθῶσαι, καὶ τὸ πλανώμενον ἐπι στρέψαι, καὶ τὸ ὑγιαῖνον τῇ ὑγιείᾳ φυλάξαι, καὶ τοὺς ἀγαθοὺς ποιμένας μιμήσασθαι, οἳ πρὸ τῶν ποιμνίων ἑστᾶσι, καὶ τὸν πρὸς τοὺς λύκους ἀναδέχονται πόλεμον. Ἀναμνησθῶμεν δὲ καὶ τῶν τοῦ πατριάρχου Ἰακὼβ ῥημάτων, ἃ τοῦ κηδεστοῦ τὴν ἀχαριστίαν διελέγχων προσήνεγκεν. Ἐγὼ ἤμην συγκαιό μενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος τῶν ὀφθαλμῶν μου. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλω τον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ' ἐμαυτῷ ἁρπάγματα τῆς ἡμέρας καὶ τῆς νυκτός. Οὗτοι ποιμενικοὶ χαρακτῆρες, οὗτοι νόμοι τῆς τῶν προβά των ἐπιμελείας. Εἰ δὲ ἀλόγων προβάτων τοσαύτην ὁ θαυμάσιος ἀνὴρ ἐποιήσατο πρόνοιαν, καὶ ταύτην τῷ πεπιστευκότι τὴν ἀπολογίαν προσήνεγκεν, τί οὐ ποιητέον ἡμῖν, λογικὰ μὲν ἐγχειρισθεῖσιν πρόβατα, παρὰ δὲ τοῦ Θεοῦ τῶν ὅλων ταύτην δεξαμένοις τὴν ἐπιμέλειαν, καὶ λογιζομένοις ὅτι ὁ Δεσπότης ὑπὲρ τούτων ἔδωκε τὴν ψυχήν; Τίς δὲ οὐ δέδιέ τε καὶ πέφρι κεν ἀκούων τοῦ Θεοῦ διὰ τοῦ Ἰεζεκιὴλ λέγοντος, ὅτι Κρινῶ ἀναμέσον ποιμένος καὶ προβάτου, διότι τὸ γάλα ἠσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὰ πρό βατα οὐκ ἐβόσκετε. Καὶ πάλιν, ὅτι Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμῳ, τοῦ ἀποστρέψαι τὸν ἄνομον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο θανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκ ζητήσω. Τούτοις συμφωνεῖ καὶ τὰ παραβολικῶς ὑπὸ τοῦ Κυρίου εἰρημένα· Δοῦλε ἀργὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τὸν τραπεζίτην, κἀγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό. Διαναστῶμεν τοί νυν, παρακαλῶ, καὶ τῶν τοῦ Δεσπότου προβάτων ὑπερμαχή σωμεν. Ἐγγὺς ὁ τούτων Δεσπότης ἐπιφανεῖται πάντως, καὶ τοὺς λύκους ἀποσκεδάσει, καὶ τοὺς ποιμένας δοξάσει. Ἀγα θὸς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτὸν καὶ ψυχῇ, ἣ ζητήσει αὐτόν. Καὶ μὴ δυσχεράνωμεν τὸν ἐπαναστάντα χειμῶνα· οἶδε γὰρ τὸ συμφέρον ὁ τῶν ἁπάντων Δεσπότης. Διὰ τοῦτο γὰρ καὶ τῷ Ἀποστόλῳ αἰτήσαντι τῶν πειρασμῶν τὴν ἀπαλλαγήν, τὴν αἴτησιν οὐ παρέσχεν, ἀλλ' εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τε λειοῦται. Ἐνέγκωμεν τοίνυν γενναίως τὰ προσπίπτοντα λυπηρά. Ἐν τοῖς πολέμοις οἱ ἀριστεύοντες δείκνυνται· ἐν τοῖς ἀγῶσιν οἱ ἀθληταὶ στεφανοῦνται· ἡ τῆς θαλάττης ζάλη δήλην ποιεῖ τοῦ κυβερνήτου τὴν τέχνην· τὸ πῦρ τὸν χρυσὸν δοκι μάζει. Μὴ μόνον δὲ ἡμῶν αὐτῶν, παρακαλῶ, φροντίσωμεν, ἀλλὰ πλείονα τῶν ἄλλων ποιησώμεθα πρόνοιαν, καὶ μὴ μόνον τῶν ὑγιαινόντων, ἀλλὰ πολλῷ μᾶλλον τῶν ἀσθενούντων. Ἀποστολι κὸς γάρ ἐστι νόμος διαρρήδην βοῶν· Παρακαλεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν. Ὀρέξωμεν τοίνυν χεῖρα τοῖς κειμένοις, θεραπεύσωμεν αὐτῶν τὰ τραύ ματα, στήσωμεν καὶ αὐτοὺς ἐν τῇ παρατάξει κατὰ τοῦ διαβό λου· οὐδὲν αὐτὸν οὕτως ἀνιάσει, ὡς τὸ πάλιν τούτους ἰδεῖν πολεμοῦντας καὶ βάλλοντας. Φιλάνθρωπός ἐστιν ὁ Δεσπότης, δέχεται τῶν πλημμελούντων τὴν μεταμέλειαν· ἀκούσωμεν αὐτοῦ λέγοντος· Ζῶ ἐγώ, λέγει Κύριος· εἰ θελήσει θε λήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέ ψαι αὐτὸν καὶ ζῆν. Διὰ τοῦτο καὶ ὅρκον τῷ λόγῳ προτέ θεικεν, καὶ ὁ τοῖς ἄλλοις ἀπαγορεύων τοὺς ὅρκους, ὀμώμοκεν, ἵνα πείσῃ ὡς τῆς ἡμετέρας μεταμελείας καὶ σωτηρίας ἐφίε ται. Τούτων αἱ θεῖαι βίβλοι μεσταί, καὶ αἱ παλαιαί, καὶ αἱ καιναί. Ταῦτα καὶ οἱ κανόνες τῶν ἁγίων Πατέρων διδάσκου σιν. Ἐγὼ δὲ αὐτὰ οὐχ ὡς ἀγνοοῦσιν ὑμῖν γέγραφα, ἀλλ' ὡς εἰδότας ἀνέμνησα· καὶ ἐμιμησάμην τοὺς ἐπὶ τῆς γῆς ἑστῶτας, καὶ τοῖς κλυδωνιζομένοις ἐπικουροῦντας, καὶ ἢ πρόβολον ἐπι δεικνύντας, ἢ βράχος κεκρυμμένον μηνύοντας, ἢ σχοῖνον δεχομένους καὶ ἕλκοντας. Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει, καὶ εὐφρανεῖ τὰς ἡμετέρας ἀκοὰς τῇ ὑμετέρᾳ γαλήνῃ, εἰπὼν τῇ μαινομένῃ θαλάττῃ· Σιώπα, πεφίμωσο. Ὑμεῖς δὲ τὰς ὑπὲρ ἡμῶν προσευχὰς αὐτῷ προσενέγκατε. Πλείονα γὰρ ἔχετε παρρησίαν, ὡς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους ἀναδεξάμενοι.